ID 1450

Home > Europe > Greece > Aegean > Delos > ID 1450

Dating

No information available.

Text

[ἡμᾶς κεχιροτονημένοις ἀνδράσι]ν ἐπὶ τὴν φυλακὴν τῶν ἱερῶν χρημάτων. vacat

[τάδε παρελάβομεν? σὺν τοῖς? — —]έροις τοῖς ἐν τῶι τοῦ Ἀπόλλωνος ναῶι καὶ ἀργυρίωι λογαίωι τῶι πρότερον κοπέντι [τ]οῦ στεφανηφόρου ὃ παρελάβομεν ἐν τῶι το[ῦ Ἀπόλλωνος ναῶι? — — — — — — — —]

— — — — — — — — — — — — — — ἀττικοῖς τριωβόλοις δυσίν. vac. ἐν τῶι προδόμωι τοῦ ναοῦ vac. δεξιᾶς εἰσιόντων· ἀργυρᾶ ἄστατα· φιάλαι πρὸς [τῶι τοίχωι ἐμ πλινθείοις· ἄρχει]



[συνιδεῖν. καὶ τὰς φιάλας τὰς — — —]αν τοῦ ἐντὸς θυρώματος· φιάλη λεία ὡς δακτύλων δέκα, ἀνάθεμα Δαμοκρίτου· ἄλλην λείαν ὡς ποδιαίαν, ἀνάθημα [Δηλιάδων ἐπιδόντος Πτολεμαίου τοῦ]

[Λυσιμάχου· αὕτη διὰ τὸ πεπτωκέν]αι ἦν ἐν τῶι ναῶι καὶ ἔχει ὑπογεγραμμένην τὴν αἰτίαν· ἄλλην λείαν ὡς ποδιαίαν οὔκ ἔχουσαν πλινθεῖον, ἧς ἡ ἐπιγρ[αφὴ οὐκ ἦν συνιδεῖν? καὶ αὕτη πέπτω]-

[κεν καί ἐστιν ἐν τῶι ναῶι· ἄλλην λείαν, ἀνάθημα] Δηλιάδων, χορεῖον ἐπιδόντων Κώιων· αὕτη ἐστὶν ὑπὲρ τὸ ὑπέρθυρον· ἄλλην λείαν ὡς δακτύλων δέκα, ἀνάθημα [Δηλιάδων, χορεῖον] ἐπιδόντων Κ[ώι]-

[ων. ἀριστερᾶς εἰσιόντων· ἄνωθε]ν ἀπὸ τῆς φλιᾶς τοῦ ναοῦ· φιάλην καρυωτὴν ὡς τριπάλαστον ἐμ πλαισίωι, ἀνάθημα Περιγένου Χίου· αὕτη πέπτωκεν [καί ἐστιν ἐ]ν τῶ̣ι ναῶ̣ι· ἄλλην ἀκ-

[τινωτὴν ὡς ποδιαίαν, πρόσωπον ἔχουσ]αν, ἀνάθημα Ἀθηνίδος· ἄλλην λείαν ὡς τριπάλαστον ἐπάνω τοῦ πίνακος τοῦ Ὠ̣κυ̣νίδου, ἀνεπίγραφος· ἄλλην λείαν [ἐπὶ π]λαισίου· ἄλλην λείαν



[χοντος Ἀριστόλα· μάχαιραν ἱππικὴν ἐ]λεφαντίνην, ἀνάθημα Θυμώιδα· [θ]ύρωμα ἔχον ἥλους περιηργυρωμένους ἀκανθώτους ἑξήκοντα, ὧν κολοβοὺ[ς τέτταρας καὶ ἐν τῶι κρυπτῆ]-

[ρι ἑπτά· ἐπίσπαστρα ἔχοντα δύ]ο ἀνθεμωτά, ὧν τὸ ἓν ἀποκατεαγός, τὸ δὲ κάταγμα ἐν τῶι ναῶι· ἀσπιδίσκας δύο ἐχούσας πρόσωπα Γοργόν[ων]· τεῖ μιᾶι πρόσεισιν πτέρυγες [δύο καὶ ὄφεων κεφαλαὶ τέτ]-

[ταρες καὶ οὐραὶ συμπεπλεγμένα]ι δύο· τεῖ δ’ ἑτέραι πρόσεστιν πτέρυξ μία καὶ ὄφεων κεφαλαὶ δύο· αἵδε νῦν ἀποπέπτωκαν καὶ εἰσὶν ἐν τῶι ναῶι καὶ οὐραὶ συμπεπλεγμέ[ναι δύο αἱ ἐπὶ τῆς Γοργό]-

[νος πρὸς ταῖς φλιαῖς τοῦ θυρώμα]τος· ἀστέρες ἀργυροῖ ἐπικεχρυσωμένοι ὧν τῆς μὲν ἐνδέξια φλιᾶς ἐνλίπουσιν ἀπὸ τοῦ ὅλου εἴκοσι ἐννέα, τῆς δὲ ἐναρίστερα τριάκοντα [τρεῖς. καὶ ἐν τῶι]