ID 366

Home > Europe > Greece > Aegean > Delos > ID 366

Dating

No information available.

Text

καὶ ἀπομετρήσασιν ἀπέδομεν κελε[ύον]τς ἀρχιτέκτονος 𐅄Δ, καὶ τῆς ἀπογε[ι]σώσεως πήχεων ΗΔΔ𐅃ΙΙΙΙ κελεύοντος ἀρχιτέκτ[ο]-

νος ΗΔΔ𐅃𐅂𐅂𐅂𐅂. Φίλλι ἐργολαβήσαντι τὰ ἐ[πισ]τύλια καὶ τὰς δοκοὺς τὰς ἐπάνω ἐ[ρ]γάσασθαι καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς τῶι Πο-

σιδείωι ΧΗΗΗΔ ἔδομεν πρώτην δόσιν [ΗΗ]ΗΗΔΔΔ𐅃𐅂ΙΙΙΙ, δευτέραν ΗΗΗΗΔΔΔ𐅃𐅂ΙΙΙΙ, τρίτ[η]ν ΗΗΔ𐅃𐅂𐅂𐅂ΙΙΙ, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδο-

μεν κελεύοντος ἀρχιτέκτονος ΗΗΔ𐅃𐅂𐅂[𐅂Ι]. Καλλικράτηι ἐργολαβήσαντι δοκοὺς ἐ[ρ]γάσασθαι ΔΔΔ𐅃ΙΙΙ καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς

τῶι Ποσιδείωι 𐅅ΗΗ𐅃𐅂𐅂𐅂𐅂ΙΙ ἔδομεν πρώτην δόσιν ΗΗΔΔΔ𐅃𐅂ΙΙ𐅁//, τὴν δευτέραν ΗΗΔΔΔ𐅃𐅂ΙΙ𐅁//, τὴν τρίτην ΗΔ𐅃𐅂𐅂𐅂Ι𐅀/, τὸ δὲ λοιπὸν ἀπέδομε[ν]

κελεύοντος ἀρχιτέκτονος ΗΔ𐅃𐅂𐅂𐅂Ι𐅀/. Πυρράκωι ἐργολαβήσαντι δοκοὺς ἐργάσασθαι ΔΔΔΔ𐅃 καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς τῶι Πο-

σ[ι]δείωι 𐅅[Η]ΗΔΔΔ𐅃 ἔδομεν πρώτην δόσιν ΗΗΔΔΔΔ𐅃, τὴν δευτέραν ΗΗΔΔΔΔ𐅃, τρίτην ΗΔΔ𐅂𐅂ΙΙΙ, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδομεν

κελεύοντος ἀρχιτέκτονος ΗΔΔ𐅂𐅂ΙΙΙ. Φιλοξένωι ἐργολαβήσαντι τὰ ἐπιστύλια κατασκευάσαι τῆι ὑπολαμπάδι τῆς στοᾶς τῆς

πρὸς τῶι Ποσιδείωι καὶ τὰ ἄλλα καθὰ ἐξεδόθη ΧΗΗ ἔδομεν πρώτην δόσιν ΗΗΗΗ, δευτέραν ΗΗΗΗ, τρίτην ΗΗ· τὸ δὲ λοιπόν, τοῦ ἀρχιτέ-

κτονος [ἐ]πιτ[ιμή]σαντος διὰ τὸ μὴ συντελέσαι τὰ ἔργα κατὰ τὴν συγγραφήν, οὐκ ἀπέδομεν ΗΗ. Σατύρωι ἐργολαβήσαντι τὰς δο-

κοὺς τὰς τῆι ὑπολαμπάδι τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι ἐργάσασθαι καὶ τὰ ἄλλα καθὼς ἐξεδόθη 𐅅ΗΗΗΗ𐅄ΔΔΔΔ𐅃𐅂𐅂ΙΙΙ ἔδο-

μεν πρώτην δόσιν ΗΗΗΔΔΔ𐅂𐅂ΙΙΙ, δευτέραν ΗΗΗΔΔΔ𐅂𐅂ΙΙΙ, τρίτην Η𐅄Δ𐅃𐅂Ι𐅁, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδομεν κελεύοντος ἀρχι-

τέκτονος Η[𐅄Δ]𐅃𐅂Ι𐅁. Κτησιφῶντι ἐργολαβήσαντι ἐργάσασθαι παραστάδας τῆς ὑπολαμπάδος τῆι στοᾶι τῆι πρὸς τῶι Ποσιδείωι

καὶ τὰ λοιπὰ καθὰ ἐξεδόθη ΧΗΔ 〚— —〛 ἔδομεν πρώτην δόσιν 𐅅𐅄, δευτέραν ΗΗΗ, καὶ τρίτην Η𐅄ΔΔ𐅃𐅂𐅂· τὸ δὲ λοιπόν, τοῦ ἀρχιτέκτονος ἐπιτιμή-

σαντος, οὐκ ἀπέδομεν 𐅄ΔΔΔ𐅂𐅂𐅂. Πραξικλῆ[ι] ἐργολαβήσαντι κατασκευάσαι κεραμίδας Χ𐅅 ἐπιζύγους ὥστε τῆι στοᾶι τῆι πρὸς

τῶι Ποσιδείωι, τὸ ζεῦγος ΙΙΙΙΙ𐅁, ἔδομεν πρώτην δόσιν 𐅅ΗΗΗΗΔ𐅃𐅂ΙΙΙΙ, τὸ δὲ λοιπὸν ἀπέδομεν ἀγαγόντι κεραμίδας τὰς πάσας ΧΗΗ

ΗΗ𐅄 ἀρχιτέκτονος κελεύοντος ΗΗΗΗΔ𐅂𐅂ΙΙΙ. Ἡρώδηι ἐργολαβήσαντι κατασκευάσαι κεραμίδας χιλίας ἢ πλείους ἐπιζύγους

τῆι στοᾶι [τῆι] πρὸς τῶι Ποσιδείωι, τὸ ζεῦγος 𐅦, ἔδομεν πρώτην δόσιν ΗΗΗΗΔΔ𐅃𐅂ΙΙΙΙ, τὴν δευτέραν ΗΗΗΔΔ𐅃𐅂𐅂ΙΙΙΙ· τὸ δὲ λοιπὸν ἀπ[έ]-

δομεν ἀγα[γ]όντι κεραμίδας τὰς πάσας Χ𐅄Δ ἀρχιτέκτονος κελεύοντος ΗΔΔ𐅃𐅂𐅂𐅂𐅂. Σωτηρίδει ἐργολαβήσαντι ἐνκαῦσαι πίνακα[ς]

ΗΔΔ τῆι ὑπο[λ]αμπάδι τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι δρα. ΗΗΗΗΔΔ𐅃〚——〛𐅂𐅂𐅂 ἔδομεν πρώτην δόσιν ΗΗΔ𐅂𐅂𐅂𐅂, δευτέραν Η𐅄· τὸ δὲ λοιπόν,

τοῦ ἀρχιτέκτονος ἐπιτιμήσαντος διὰ τ[ὸ] μὴ συντελέσαι κατὰ τὴν συγγραφήν, οὐκ ἀπέδομεν 𐅄Δ𐅂𐅂𐅂𐅂· Νίκωνι ἐργολαβήσαν[τι]

γράψαι τ[ὴ]ν ὀροφὴν τῆς ὑπολαμπά[δ]ος τῆ[ι] στοᾶι τῆι πρὸς τῶι Ποσιδείωι ΗΗΗΗ ἔ[δ]ομεν πρώτην δόσιν ΗΗ, δευτέραν ΗΔΔΔ𐅂𐅂𐅂ΙΙ, τὸ δὲ λοιπὸν [ἀ]-

πέδομ[εν] συντελέσαντι ἀρχιτέκτονος κελεύοντος 𐅄Δ𐅃𐅂ΙΙΙΙ. Δεξιθέωι ἐργολαβήσαντι θύρας κατασκευάσαι καὶ ἐπιθεῖν[αι]

ἐπὶ τὴν εἴσοδον τοῦ Ἀφροδισίου ΔΔ𐅃 ἔδομεν πρώτην δόσιν Δ𐅃𐅂ΙΙΙΙ, καὶ τὸ λοιπὸν ἀπέδομεν συντελέσαντι κελεύοντος ἀρχιτ[έ]-

κτονος [𐅃]𐅂𐅂𐅂ΙΙ. Πυρράκωι ἐργολαβήσαντι κεραμῶσαι τὴν ὑπολαμπάδα τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι ΗΗ𐅄ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂 ἔδ[ο]-

μεν πρώτην δόσιν ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ, δευτέραν ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδομεν ἀρχιτέκτονος κελεύοντο[ς]

δρα. 𐅄. Σατύρωι ἐργολαβήσαντι κεραμῶσαι τῆς στοᾶς τῆς πρὸς τῶι Ποσ[ι]δείωι μεταστύλια ἓξ ψιλοκεράμωι ΔΔΔΔ ἔδομεν πρώτην δό-

σιν ΔΔ, τὸ δὲ λοιπὸν ἀπέδομεν συντελέσαντι κελεύοντος ἀρχιτέκτονος ΔΔ. Διεῖ ἐργολαβήσαντι τὸν Ἰνωπὸν ἐκκαθᾶραι 𐅄Δ ἔδομε[ν]

πρώτην δόσιν ΔΔΔ, τὸ δὲ λοιπὸν ἐκκαθάραντι ἀπεδώκαμεν κελεύοντο[ς] ἀρχιτέκτονος ΔΔΔ. vac.

[κ]αὶ τάδε ξύλα ἠγοράσαμεν ὀξύινα καὶ δρύινα καὶ τὰ ἐνλείποντα καὶ καλαμῖδας εἰς τὴν στοὰν τὴν πρὸς τῶι Ποσιδείωι καθ[ὰ] ἐψ[η]-

φίσατο ὁ δῆμος καὶ συνέτασ〚—〛σεν συνέτασσεν ὁ ἀρχιτέκτων· παρὰ Ἀριστοφάνου ξύλα ὀξύινα 𐅄Δ𐅃 ἀνὰ 𐅂𐅂𐅂, τιμὴ Η𐅄ΔΔΔΔ𐅃· παρ〚—〛ὰ παρὰ Σατύρου ἓν 𐅂𐅂𐅂, ἄλλα δ[ύο]



ἃ παρελάβομεν παρ’ ἱεροποιῶν Ἐλπίνου καὶ Λυσάνδρου ξύλα 𐅄𐅃ΙΙΙΙ. τούτων ἐδώκαμεν, παρόντος καὶ κελεύοντος τοῦ ἀρχιτέκ[τονος]

Γόργου, τοῖς ἐργολαβήσασιν κατασκευάσαι τὰ ἐπιστύλια καὶ τὰς δοκοὺς ἐργάσασθαι καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς τῶι Ποσιδείωι

τὴν ὑπολαμπάδα Φίλλι, Καλλικράτηι, Πυρράκωι, Φιλοξένωι, Σατύρωι· ξύλα τῶν παρ’ Ἡρακλείδου ἀγορασθέντων ΗΔΔΔΙ̣, καὶ σφηκίσκου[ς]

σὺν τοῖς δωδεκαπήχεσιν 𐅄ΔΔΔΙΙΙΙ, καὶ τὰ ὀξύινα εἰς τοὺς γόμφους, καὶ τὰ δρύινα εἰς τὸν τρύφακτον, καὶ ἃ παρε[λ]άβομεν παρ’ Ἐλ[πί]-

νου καὶ Λυσάνδρου. τὰ δὲ περιγενόμενα ξύλα τῶν ἀγορασθέντων παρ’ Ἡρακλείδου τῶν μεγάλων ἃ κεῖται ἐν τ[ῆι] στοᾶι ΔΔΙΙ καὶ 〚— —〛 —

καὶ σφηκίσκους ΙΙΙΙ, καὶ καλαμῖδας ἐν τῶι Πυθίωι 𐅄Δ𐅃ΙΙΙ, καὶ κεραμίδας Χ παρεδώκαμεν ἱεροποιοῖς Ἀπολλοδώρωι καὶ Κλεοσ[τρά](τωι).