IG XI,2 164
Dating
No information available.
Text
ἐπὶ Σωσιμάχου ἄρχοντος μηνὸς Ληναιῶνος τάδε παρέδοσαν ἱεροποιοὶ οἱ ἐπὶ Δημέου ἄρχοντος
ἱεροποιοῖς τοῖς ἐπὶ Σωσιμάχου ἄρχοντος ἐν τῶι ναῶι τοῦ Ἀπόλλωνος ἐμ πλινθείοις ἄστατα· φιάληγ Κώιων
ἀνάθημα ἐπὶ ἀρχεθεώρου Ἀράτου· [φιάλην ἔκτυπον] ἔχουσαν Ἡρακλείδου ἀνάθημα· φιάλη λεία τὸν ὀμ[φα]λὸν ἐπίχρυσον,