IG XI,4 1061
Dating
written: 172 - 167 BCE
Text
[καθηγε]μόνα Διόνυσον· ἐπειδὴ Κράτων Ζωτίχου αὐλητὴς πρότερόν τε γε̣νόμενο[ς ἱερεὺς τοῦ Διονύσου]
[καὶ ἀγω]νοθέτης καλῶς καὶ ἐνδόξως προέστη τῆς τε ἱερεωσύνης καὶ τῆς ἀγων̣[οθεσίας καὶ δοκιμασ]-
[θ]ε̣ὶς ἄξιος εἶναι ταύτης τῆς τιμῆς ὑπὸ τοῦ πλήθους τῶν τεχνιτῶν καὶ αἱρ̣εθε[ὶς πάλιν ἱερεὺς]
τοῦ Διονύσου καὶ ἀγωνοθέτης ἐν τῶι αὐτῶι ἔτει, ὑπερθέμενος τοὺς [πρὸ αὐτοῦ γενομένους πάν]-
[τ]ας ἀγωνοθέτας τῆι τε χορηγίαι καὶ τῆι δαπάνηι καὶ τῆι αὐτοῦ μεγαλο[πρεπείαι, καλῶς καὶ πρεπόν]-
τως καὶ ἀξίως τῆς συνόδου πάντα τὰ πρὸς τιμὴν καὶ δόξαν ἀνήκοντα [ἐ]π[οίησε τῶι τε Διονύ]-
[ν]ο̣ίας ἣν̣ ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶ[ν· τῆς δὲ ἀναγορεύσεως τοῦ στε]-
[φ]άνου ἐπιμέλειαν ποιεῖσθαι τὸν ἑκάστοτε γινόμενον ἀγωνοθέτην· [ἀναθεῖναι δὲ αὐτοῦ εἰκόνας]
[τ]ρεῖς· τὴν μὲν μίαν ἐν Τέωι ἐν τῶι θεάτρωι ὅπως οἱ καθ’ ἕκαστον ἔτος ἀ̣[γωνοθέται ἐν τῆι]
[π]ανηγύρει καὶ ὅταν ἡ Τηίων πόλις συντελῇ Διονύσια ἢ ἄλλον τιν[ὰ ἀ]γ[ῶνα στεφανώσωσι τὴν εἰκόνα]