SEG 52, 694

Home > Europe > Bulgaria > Stara Zagora > SEG 52, 694

Dating

written: 212 - 225 CE

Text

ἀγαθῆ∙ι∙ τύχ̣[ηι]·
τὸν ὑπὲρ πάντας φ[ιλο— —]
καὶ μόνον ἔργοις κοσμήσ̣[α]-
ντα τὴν πατρίδα ∙ αʹ ∙ ἄρχοντα
καὶ ἀρχιερέα δι’ ὅπλων τετρ̣[ά]-
κις φιλότιμον, ἱερέα Ῥώμης,
κατασκευάσαντα ἐκ τῶ[ν]
ἰδίων τὴν ἐπιδίστεγον στοὰ[ν]
ἑξηκοντακαιεξάστυλο̣[ν]
καὶ τὴν δικείονα πρὸς τῷ
Σευηριανῷ γυμνασίῳ ὁ-
μοίως οἴκοθεν τριάκοντα
καὶ πέντε κειόνων ∙ Μ(ᾶρκον) ∙ Αὐρ(ήλιον) ∙
Ἀσιατικὸν ἀρετῆς καὶ εὐ̣-
νοίας χάριν.