TAM 2, 408

Home > Asia > Turkey > Lycia > Patara > TAM 2, 408

Dating

written: 138 - 161 CE

Text

Αὐτοκράτορι Καίσαρι θεοῦ Ἁδριανοῦ υἱῷ, θεοῦ Τραιανοῦ
Παρθικοῦ υἱωνῷ, θεοῦ Νέρουα ἐγγόνῳ, Τίτῳ Αἰλίῳ Ἁδριανῷ
Ἀντωνείνῳ Σεβαστῷ Εὐσεβεῖ, ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς
ἐξουσίας  τὸ ιʹ, ὑπάτῳ τὸ δʹ, πατρὶ πατρίδος,     καὶ θεοῖς
5 Σεβαστοῖς  καὶ τοῖς πατρῴοις θεοῖς  καὶ τῇ γλυκυτάτῃ
πατρίδι, τῇ Παταρέων πόλει, τῇ μητροπόλει τοῦ
Λυκίων ἔθνους, Οὐειλία Κο(ΐντου)  Οὐειλίου Τιτιανοῦ θυγάτηρ
        Πρόκλα   Παταρὶς    ἀνέθηκεν
καὶ καθιέρωσεν τό τε προσκήνιον, ὃ κατεσκεύασεν
10 ἐκ θεμελίων ὁ πατὴρ αὐτῆς  Κο(ΐντος)  Οὐείλιος  Τιτιανός,
καὶ τὸν ἐν αὐτῷ κόσμον καὶ τὰ περὶ αὐτὸ καὶ τὴν τῶν
ἀνδριάντων  καὶ ἀγαλμάτων   ἀνάστασιν
καὶ τὴν τοῦ λογείου κατασκευὴν καὶ
πλάκωσιν, ἃ ἐποίησεν αὐτή· τὸ δὲ ἑνδέκατον
15 τοῦ δευτέρου διαζώματος βάρον καὶ τὰ βῆλα
τοῦ θεάτρου κατασκευασθέντα ὑπό τε τοῦ
      πατρὸς   αὐτῆς  καὶ ὑπ’ αὐτῆς
προανετέθη καὶ παρεδόθη κατὰ τὰ ὑπὸ τῆς κρατίστης
         βουλῆς ἐψηφισμένα.