IvEtenna 11

Home > Asia > Turkey > Pisidia > Etenna > IvEtenna 11

Dating

No information available.

Text

— — —
1 ἐτείμησεν Βρύονα Ιανγβει
νέον, ἄνδρα γένει καὶ ἀξίᾳ ἐν
τοῖς πρώτοις καταριθμηθέ̣ν̣—
τα καὶ ἐν τῇ ἐπαρχείᾳ διάση-
5 μον γεγονότα, ἀγορανομή-
σαντα πιστῶς καὶ ἀρχιερασά-
μενον τοῖς Σεβαστοῖς εὐσε-
βῶς καὶ γυμνασιαρχήσαντα
ἀφειδῶς καὶ ἄρξαντα ἐνδό-
10 ξως καὶ εἰρηναρχήσαντα ἀ-
γνῶς ἔν τε ἐγδικίαις καὶ πρεσ-
βείαις καὶ ἐν ταῖς λοιπαῖς τῆς
πόλεως χρείαις εὔχρηστον
γεγονότα· τὸν δὲ ἀνδριάντα
15 ἀνέστησεν Ουως Βρύωνος
ἡ μήτηρ μνήμης καὶ φιλο-
στοργίας χάριν.