I.Teos 128

Home > Asia > Turkey > Lydia > Teos > I.Teos 128

Dating

written: 27 BCE - 14 CE

Text

[—]ιαιοι? περὶ τὸ [δια]-
φθαρὲν, κατασκευάσαντα δὲ ἐκ τόκων [τήν]
[τ]ε στοὰν τῆς γερουσίας καὶ τὰ προβαλα-
νεῖα πάντα σὺν τῷ λουτρῶνι καὶ τοῖς λοι-
ποῖς προσκοσμήμασι πᾶσιν ἐκ τῶν ὑπὸ
[τ]οῦ πατρὸς καταλειφθέντων τῇ πολεῖ χρη-
μάτων, ἀναδεξάμενον τοῖς ἀνακαιοτάτοις
καιροῖς σειτωνίας πλεονάκις ὅτε μηδείς,
καὶ φυλάξαντα τὴν εὐθηνίαν, προκαθιε-
ρώσαντα τοῖς πατρῴοις καὶ μητρῴοις
γερουσιακοῖς χρήμασιν καὶ ἴδιον χρῆμα
εἴς τε τὴν τοῦ Σεβαστοῦ ἐπιταγὴν πείσαν-
τα διὰ τῆς ἑαυτοῦ μεγαλοφροσύνης πο-
λείτας α<ὐ>τομόλους στρατεύσασθαι, εὐεργέ-
την ὄντα τῆς πόλεως ἐν πᾶσιν καὶ διὰ τὰς ἀνυ-
περβλήτους αὐτοῦ περὶ πάντα φιλοδοσίας.