I.Aphrodisias 21
Dating
No information available.
Text
0 [—]
[․]ω̣ς̣ καὶ ἀνελλιπῶς πλεῖστα παρεσχη-
μ̣ένον τῇ πατρίδι, φέρειν ἀνθρωπίνως
τ̣ὴν συνβεβηκυῖαν συνφορὰν ἐπὶ τῷ
τέκνῳ αὐτοῦ· δεδόχθαι τῇ βουλῇ καὶ
5 τῷ δήμῳ τετειμῆσθαι μὲν Ζήνωνα
Καλλίου τοῦ Ζήνωνος τοῦ Εὐδάμου
καὶ μετηλλακχότα, ἀνατεθῆναι δὲ
αὐτοῦ καὶ ἀνδριάντας καὶ ἀγάλματα
καὶ εἰκόνας ἐν ἱεροῖς ἢ δημοσίοις τό-
10 ποις ὑπὸ Καλλίου τοῦ πατρὸς αὐτοῦ,
παραμεμυθῆσθαι δὲ καὶ Ἀπφίαν Εὐ-
δάμου τοῦ Μητροδώρου τὴν μη-
τέρα τοῦ Ζήνωνος. ❦ ❦