CIG 4300w

Home > Asia > Turkey > Lycia > Simene > CIG 4300w

Dating

written: 80 CE

Text

[Αὐτο]κράτορι Τίτῳ θεοῦ Οὐεσπασιανοῦ υἱῷ Καίσαρι
[Οὐεσ]πασιανῷ Σεβαστῷ ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς
[ἐξου]σίας τὸ ιʹ, αὐτοκράτορι τὸ [ι]εʹ, ὑπάτῳ τὸ ηʹ, πατρὶ πατρίδος,
τειμητῇ,
ἐπὶ Τίτου Αὐρηλίου Κυήτου πρεσβευτοῦ καὶ ἀντιστρα-
[τήγο]υ τοῦ Σεβαστοῦ καὶ Γαίου Βιην[ί]ου Λόγγου ἐπιτρόπου
[τοῦ] Σεβαστοῦ, Ἀπερλειτῶν καὶ τῶν συνπολιτευομένων
ἡ βουλὴ καὶ ὁ δῆμος τὸ βαλανεῖον καὶ τὸ πρόστοον κατε-
σκεύασεν ἐκ θεμελίων.