Priene 104

Home > Asia > Turkey > Caria > Priene > Priene 104

Dating

No information available.

Text

[— αἱρεθεὶς δὲ ἀγωνοθέτης μηνὸς Μεταγειτνιῶ]-

ν̣ος̣ [ἐν ταῖς ἀρχα]ιρεσίαις ἐπὶ στεφανηφό[ρου —]

μετὰ [τῶν συναγων]οθετῶν, φιλοδόξως μὲν τὰ [πρὸς τοὺς ἀνθρώπους —, ὁσίως δὲ]

τὰ πρὸς [τὴν προε]σ̣τεικεῖαν τῆς πόλεως Ἀθηνᾶ[ν —]

μηνὸς Ληναιῶνος ἐπηνγείλατο μετὰ τῶν συναγω[νοθετῶν —]

δραχμῶν Ἀλεξανδρείων φʹ ἕως τοῦ ἀχθησομένου [—]



λῶς κατεσκευασμένα καὶ πρὸς τὰς τῶν ἀγώνων χρείας ἀσφαλῶς γεγο[νότα, καθὼς καὶ — γενομέ]-

νου τοῦ ἀγῶνος φανερὸν ἐγενήθη, καὶ προσεδαπάνησεν μετὰ τῶν συναγ[ωνοθετῶν δραχμὰς —ʹ· γενομένων δὲ

ἀγώνων ἐπὶ στεφανηφόρου Ἡρῴδου συνετέλεσεν ἐκ τῶν ἰδίων μετὰ̣ [τῶν συναγωνοθετῶν δεῖπνον ἐν τῶι θεά]-

τρωι τοῖς τε πολίταις καὶ κατοίκοις καὶ παροίκοις καὶ οἰκέταις κα[ὶ —, ἐποιήσατο δὲ]

καὶ κρεαδοσίαν μετὰ τῶν συναγωνοθετῶν πᾶσι τοῖς πολίταις [καὶ τοῖς — καὶ τοῖς παρεπι]-

δημοῦσιν ἐκ τῶν πόλεων θεωροῖς, ἐδαπάνησεν δὲ παρ’ ἑαυ[τοῦ —]