Kaunos 1
Dating
No information available.
Text
συντελεσθησομένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου ἐ̣π[ι]-
μεληθῆναι τὸν ἀγωνοθέτην, ἀναγορεύοντος τοῦ ἱεροκήρυκος κατὰ τάδε· ὁ δῆμος ὁ Ζμυρναίων [στε]-
[φα]νοῖ τὸν δῆμον τὸν Καυνίων ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἐποιήσατο περὶ τὴν ἐξαποσ̣τ̣ο̣-
δικαιοσύνης ἧς ἔχοντες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆνα[ι]
τὸν ἀ̣[γ]ω̣νοθέτην κατὰ ταὐτά· ἵνα δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπόμνημα καταλείπηται τῆς τῶν
προει̣ρη̣μένων ἀνδρῶν ἀρετῆς καὶ τῆς τοῦ δήμου τοῦ Ζμυρναίων εὐχαριστίας, ὑπάρχειν αὐτο̣ῖ̣[ς]