Iasos 164

Home > Asia > Turkey > Caria > Iasos > Iasos 164

Dating

No information available.

Text

[Ἀρτέμιδι Ἀστιάδι καὶ Αὐτοκράτορι Καίσαρι Τραϊανῶι Ἁδ]ρ̣ιανῶι Σεβαστῶι ἀρχιερεῖ μεγ[ί]στωι δημαρχικῆς ἐξουσίας τὸ κʹ, ὑπάτωι τὸ γʹ, αὐτοκράτορι τὸ βʹ, Διῒ Ὀλυμπίωι Πανελληνίωι πατρὶ πατρίδος καὶ τῆι πατρίδι Ἰασῶι [Δι]ο̣νύσιος Θεοφίλου [το]ῦ̣ Ποσ̣ε̣[ι]δίππου

[τοὺς στύλους σὺν τοῖς στυλ]ο̣βάταις καὶ σπείραις καὶ τοῖς ἐπι[φ]ερομένοις λευκολίθοις καταγλύφοις ἐκ τῶν ἰδίων̣ [κα]θιέρωσεν vacat ἐπὶ Πομπωνίου Μαρκέλλου ἀνθυπάτου.