IMT Kyz Kapu Dağ 1432
Dating
No information available.
Text
καὶ τὰς ἱεροποιοὺς τὰς προσαγορευομένας θαλασσίας καὶ τὰς συνούσας μετ’ αὐτῶν
ἱερείας βουλομένας ἀναθεῖναι εἰκόνα χαλκῆν Κλειδίκης τῆς Ἀσκληπιάδου ἀξιοῦν
συνχωρηθῆναι ἑαυταῖς τόπον ἐν τῇ ἀνδρήᾳ ἀγορᾷ ἐπὶ τοῦ προγονικοῦ αὐτῆς συνε-
δρίου τὸν ἀπὸ δύσεως τοῦ ἀνδριάντος τοῦ ἀδελφοῦ αὐτῆς Διονυσίου τοῦ Ἀσκληπι-
άδου· δεδόχθαι τῷ δήμῳ· δεδοκιμάσθαι τε τὴν εἰκόνα καὶ ἐξεῖναι αὐταῖς ἀνα-
θεῖναι καθάπερ ἀξιοῦσιν, ἐξεῖναι δὲ αὐταῖς καὶ ἐπιγράψαι ἐπὶ τὴν βάσιν· αἱ συντελοῦ-