IG XII Suppl. 250

Home > Europe > Greece > Aegean > Andros > Andros > IG XII Suppl. 250

Dating

No information available.

Text

[ρεθε]ὶς εἰς τὸν ἐπ’ Ἀρτεμιδώρου ἄρχοντος ἐνιαυτὸν ἔν τε τοῖς κατὰ τὴν ἀρχὴν Λ̣Ι̣Ι̣Λ̣․Ι̣Ι̣Ι̣Λ̣[— — — — — — — — — τὴν]

[ἀ]ν̣α̣στροφὴν πεποίηται [πρ]όνοι[α]ν ποιούμενος πάντων τῶν εἰς τὸ γυμνάσιον παραγινομένων ΜΛ̣Ι̣Ι̣Υ[— — προ]-

[στα]τ̣ῶν τῆς τῶν νέων εὐκοσμίας προσκαρτερῶν διὰ παντὸς καὶ ἐν τοῖς κατὰ τὴν χορηγίαν μεγάλ[οις ἀναλώμασιν]

[δαψιλῶ]ς τὸ γυμνάσιον κεκόσμηκεν κατασκευάσας πυλῶνα λίθου λευκοῦ καὶ ἐξέδραν ἀναθε[ὶς] καὶ τοῦ βασ[ιλέ]-

[ως ἄγα]λμα λίθου λυχνέως· ἔν τε τ̣ῆ̣ι γενεθλίωι τοῦ βασιλέως ἡμέρᾳ συντελουμένης πομπῆς καὶ θυσίας ὑπὸ τοῦ δήμ[ου]