IG XII,9 235

Home > Europe > Greece > Euboea > Eretria > IG XII,9 235

Dating

No information available.

Text

τῆς εὐταξίας τῆς ἐν τῶι τόπωι διὰ παντὸς τοῦ χρόνου τῆς

ἀρχῆς, ἐμμονεύσας ἐν τῶι γυμνασίωι δι’ ἐνιαυτ[ο]ῦ· ἔθηκεν δὲ

καὶ ἔλαιον ἱκανὸν καὶ ἐπαλείμματα ὡς χαριέστατα· ὁ̣λ̣ο̣σχερέστε-



ρικὸν φιλόλογον Διονύσιον Φιλώτου Ἀθηναῖον, [ὅστις ἐ]σχόλαζεν ἐν τῶ[ι]

γυμνασίωι τοῖς τε ἐφήβοις καὶ [νέοις καὶ τοῖς] ἄλλοις πᾶσι τοῖς

[ο]ἰκείως διακειμένοις πρὸς παιδ[είαν· συνετέλει δὲ καθ’ ἕκ]αστον μ[ῆ]-