IG XII,7 67

Home > Europe > Greece > Aegean > Amorgos > Arkesine > IG XII,7 67

Dating

No information available.

Text

τὰς Ἀρκεσινέων· ἐὰν δὲ μὴ ἀποδῶσιμ, πρακτοὶ ἔστωμ Πραξικλεῖ οἱ μὴ

ἀποδόντες ἡμιόλιον τὸ ἀργύριον ἐκ τῶν ἰδίων πράξει πάσηι καθάπερ

ἐγ δίκης τέλος ἐχούσης κατὰ τὸ σύμβολον τὸ Ναξ[ίων κ]αὶ Ἀρκεσινέων,



[κ]λεῖ ἓξ τάλαντα· καὶ ἐξέστω πράξασθαι Πραξικλεῖ ταῦτα τὰ χρήματ[α]

πράξει πάσηι ἔ[κ] τε τῶν κοινῶν τ[ῶ]ν Ἀρκ[ε]σινέων πάντωγ καὶ ἐκ τῶν

[ἰ]δίων τῶν Ἀρκεσινέωγ κ[αὶ] ἐ[κ τῶν] οἰκούντων ἐν Ἀρκεσίνηι καὶ ἐξ ἑνὸς

[ἑ]κάστου ἅπαν τὸ ἀργύριογ [κ]αὶ ἐξ ἁπάντων, τρόπωι ὧι ἂν ἐπίστηται,