IG XII,5 872

Home > Europe > Greece > Aegean > Tinos > Tinos > IG XII,5 872

Dating

No information available.

Text

ράκου καὶ Θεσπιέως. Ἡραιῶ[ν]ος δευτέραι ἱσταμένου· XXXII Σωσι[μ]ένης Σωσικ[ρ]άτους Θρυήσιος παρὰ Θε[α]ι[ν]ῶς Δωροθέου Θεστιάδος καὶ κυρίου Δωροθέου Κριτοδήμου Θεστιάδ[ου ἐπρίατο τὴν οἰ]-

κίαν καὶ τὰ χωρία τὰ ἐμ Βαλανείωι π[άν]τα καὶ τὰ ὕδατα ὅσα ἐστὶν τῶν χ[ω]ρ[ίω]ν τούτων, οἷς γε[ί]των Καλλικράτης τὰ μ[έχρ]ι τοῦ ποταμοῦ, ὡς ὁρίζει τὸ τειχίον ὅ ἐστιν τέ[ρμα(?) τῶν]

χωρίων τῶν Καλλικράτους, ὅ ἀνάγει ἄ[νω] ἐς τὴν ὁδόν, καὶ ἀπὸ τῆς ὁδοῦ ὡς περιάγει π[ρὸ]ς τὴν κρήνην, ὡς ὁρίζει τὸ τειχίον τὸ Μελίσσωνος ὅ ἐστιν ἐν τοῖς χωρίοις τοῖς Καλλικρά[τους]