IG X,2 1 24

Home > Europe > Greece > Macedonia > Thessaloniki > IG X,2 1 24

Dating

No information available.

Text

βοήθειαν χαριζόμενο̣ς, πᾶσαν τὴν ἁλικὴν τὴν οὖσαν καὶ προσπα[ρ]ακειμένην ἐν ταύτῃ τῇ Θεσσαλονικέων μεγαλοπόλει μετὰ πάντων τῶν ἀνηκόντων αὐτῇ

ἐξ ὑπαρχῆς δικαίων ἐπὶ τὸ ἔχεσθαι τὸν αὐτὸν σεβάσμιον αὐτοῦ̣ ν̣[αὸν τ]ῆ̣ς αὐτῆς ἁλικῆς ἀπὸ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ἐνεστώσης δευτέρας ἐπινεμήσεως καὶ εἰς τοὺς

ἑξεῖς ἅπ̣αντας καὶ διηνεκεῖς χρόνους κυρ̣ιεύειν τε αὐτῆς καὶ δε[σπόζε]ι̣ν v καὶ πᾶσαν αὐτὴν εἰς οἰκε̣ῖ̣ον ἀποφέρεσθαι κέρδος ὀνόματι φωταγωγίας καὶ διαρίω̣ν̣ ornamentum c.5