IG IX,1 694

Home > Europe > Greece > Epirus > Palaiopolis > IG IX,1 694

Dating

written: 250 - 229 BCE

Text

ἑκατὸν ὀγδοήκοντα μνᾶς ἀποστειλάτω ἁ πόλις κατὰ τὸν τοῦ

ἀγωνοθέτα νόμον ἐπὶ τὰν τῶν τεχνιτᾶν μίσθωσιν καὶ ἀγέ-

τω τὰ Διονύσια ἀφ’ οὗ κ’ ἄρξωνται παρ’ ἅτερον ἐνιαυτόν, εἰ



ποιούντω πάντα οἱ ἑκαστάκις ἐόντες ἄρχοντες, καθὼς

ὁ τοῦ ἀγωνοθέτα νόμος τάσσει. διδόσθω δὲ καὶ τὰ σιτη-

ρέσια τοῖς τεχνίταις τὰ ἔννομα ἀπὸ τοῦ τόκου χωρὶς



στειλάντω οἱ ἄρχοντες ἐπὶ τὰν τῶν τεχνιτᾶν μίσθωσιν

κατὰ τὸν τοῦ ἀγωνοθέτα νόμον, καὶ τὰ λοιπὰ πάντα ποιούντω οἱ ἑ-

καστάκις ἄρχοντες καθὼς ἐν τᾶι δόσει γέγραπται, εἰ μή τι δι-



τρεῖς, τραγωιδοὺς τρεῖς, κωμωιδοὺς τρεῖς, καὶ τὰ λοιπὰ πάντα

κατὰ τὸν τοῦ ἀγωνοθέτα νόμον. δίδοσθαι καὶ τὰ σιτηρέσια

τοῖς τεχνίταις τὰ ἔννομα ἀπὸ τοῦ τόκου χωρὶς τᾶν πεντήκον-



πεντήκοντα μνᾶς τὸν μισθὸν τοῖς τεχνίταις καὶ τὰ σιτηρέσια

τὰ γινόμενα παραδόντω τῶι ἀγωνοθέται τοῦ Ἀρτεμιτίου μηνὸς

πρὸς τᾶς ἕκτας, τὸ δὲ λοιπὸν τοῖς ἐφαιρεθεῖσιν· ὁ δὲ παραλα-

βὼν ἀγωνοθέτης ποιείτω πάντα κατὰ τὸν νόμον καὶ ἀπολογι-

ξάσθω εἰς βουλὰν ἐν τᾶι πράται συνέδραι ὅσον τέ κα πα-



γυρίου Κορινθίου μνᾶς τριάκοντα καὶ ὅ κα καταβλάψηι διπλῆ. εἰ

δέ τί κα ὁ ἀγωνοθέτας ἢ οἱ χειρίζοντες τὸ ἀργύριον μὴ ὀρθῶς

ἀπολογίξωνται, νομοφύλακες ἐκλογιζούσθω καθὼς καὶ τὰ ἄλ-