EKM 1. Beroia 1

Home > Europe > Greece > Macedonia > Berroia > EKM 1. Beroia 1

Dating

No information available.

Text

[— — — — — — — — — — — — — —]ΑΙ πολιτάρχας καὶ ἐξεταστὰς

[— — — — — — —] τὸ γ[υμν]άσιον μετὰ τῶν προειρημένων ἀνδρῶν

[— — — — — — — — — — — — — — —] τὸ ἀποταγὲν ὑπὸ τούτων δ[ι]-



χ̣μναῖς δραχμαῖς πεντήκοντα· ὃν ἂν δὲ καταστήσῃ ὁ γυμνασίαρχος ἀφηγεῖ-

σ̣θαι, τούτωι πειθαρχείτωσαν πάντες οἱ φοιτῶντες εἰς τὸ γυμνά-

[σ]ιον, καθάπερ καὶ τῷ γυμνασιάρχῃ γέγραπται· τὸν δὲ μὴ πειθαρχοῦν-

τ̣α, τὸν μὲν ὑπὸ τὴν ῥάβδον μαστιγούτω ὁ γυμνασίαρχος, τοὺς v



μνασίαρχος ζημιούτω καὶ κωλυέτω τὸν ποιοῦντά τι τούτων· ἁπαν-

τάτωσαν δὲ καὶ οἱ παιδοτρίβαι ἑκάστης ἡμέρας δὶς εἰς τὸ γυμνάσιον

τὴν ὥραν ἣν ἂν ὁ γυμνασίαρχος ἀποδείξῃ, ἐὰν μή τις ἀρρωστήσῃ v



[τ]ὸν δὲ νικῶντα στεφανούτω θαλλοῦ στεφάνωι. v οἷς οὐ δεῖ μετεῖ-

ν̣α̣ι τοῦ γυμνασίου· μὴ ἐγδυέσθω δὲ εἰς τὸ γυμνάσιον δ̣[ο]ῦ̣[λ]ο̣ς μηδὲ ἀπε-

[λ]εύθερος μηδὲ οἱ τούτων υἱοὶ μηδὲ ἀπάλαιστρος μ̣η̣δὲ ἡτα̣ι̣ρευκὼς μη-



δὲ τὰ Ἑρμαῖα κ̣α̣ὶ̣ οἱ ἱεροποιοὶ λανβάνοντες παρ’ ἑκάστου τῶν φοιτώντων v

[ε]ἰς τὸ γυμνάσιον μὴ πλεῖον δραχμῶν δύο καὶ ἱστιώντων ἐν τῶι γυμνασίωι ἀν̣[α]%⁸⁰-

δ̣ε̣ικνύτωσαν δὲ ἀνθ’ αὑτῶν ἑτέρους οἵτινες εἰς τοὐπιὸν ἱεροποιήσουσιν Ἑ̣[ρ]-