TAM 2, 157
Dating
No information available.
Text
1 τ̣ὸ̣ μνημεῖον ζῶν κα̣τεσκεύασεν ἐκ θεμελίων σὺν ταῖς πε-
ρικειμέναις κρηπεῖσιν καὶ βάσεσιν μονολίθοις εἰς ἀνδριάντας
τέσσαρες ἐκ τῶν ἰδίων ἀνηλωμάτων Γάιος Ἰούλιος Διοφάν-
του τοῦ Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ Διοφάντου υἱὸς Βουλτινία
5 Ἡλιόδωρος Ῥωμαῖος καὶ Λυδάτης δήμου Ἀρυμάξων, τετειμημέ-
νος δὲ καὶ ἄλλαις πολειτείαις πόλεων πλείστων· ❦ ἐν οἷς
αὐτὸς ἔκτηται ἀγροῖς ἐν τῷ Ἀρυμαξέων δήμῳ τῆς
Λυδάτιδος ἐπὶ δικαίοις πᾶσιν οἷς αὐτὸς διὰ τῶν ἐν Λύ-
δ̣αις ἀρχείων δεδήλωκεν. vacat