IGR 3, 933

Home > Asia > Cyprus > Lapta > IGR 3, 933

Dating

written: 14 - 37 CE

Text

Τιβερίωι Καίσαρι Σεβαστῶι θεῶι θεοῦ Σεβαστοῦ υἱῶι,
Αὐτοκράτορι, ἀρχιερεῖ μεγίστωι, δημαρχικῆς ἐξουσίας
τὸ λα, ἐπὶ Λευκίου Ἀξίου Νάσονος ἀνθυπάτου καὶ Μάρκου
Ἐτρειλίου Λουπέρκου πρεσβευτοῦ καὶ Γαίου Φλαβίου Φίγλου ταμία {ι},
5 Ἄδραστος Ἀδράστου φιλόκαισαρ, ὁ ἐνγενικὸς ἱερεὺς τοῦ
ἐν τῷ γυμνασίωι κατεσκευασμένου ὑπὸ αὐτοῦ ἐκ τοῦ ἰδίου
Τιβερίου Καίσαρος Σεβαστοῦ ναοῦ καὶ ἀγάλματος, ὁ φιλόπατρις
καὶ πανάρετος, καὶ δωρεὰν καὶ αὐθαίρετος γυμνασίαρχος καὶ
ἱερεὺς τῶν ἐν γυμνασίωι θεῶν κατεσκεύασεν τὸν ναὸν καὶ
10 τὸ ἄγαλμα ἰδίοις ἀναλώμασιν τῶι α<ὐ>τοῦ θεῶι, ἐφηβαρχοῦντος
Διονυσίου τοῦ Διονυσίου τοῦ καὶ Ἀπολλοδότου φιλοκαίσαρος.
Ἄδραστος Ἀδράστου φιλόκαισαρ καθιέρωσεν συνκαθιεροῦντος
καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀδράστου φιλοκαίσαρος, τοῦ καὶ αὐτοῦ δωρεὰν
καὶ αὐθαιρέτου γυμνασιάρχου τῶν παίδων, τῆι γενεσίωι
15 Τιβερίου,
             (ἔτους) ιϛ, Ἀπογονικοῦ κδ.