Bean-Mitford 164.172

Home > Asia > Turkey > Cilicia > Kestroi > Bean-Mitford 164.172

Dating

No information available.

Text

[ὁ δῆμο]ς ἐτείμ[ησεν]
Μοσων Μισιος, ἄνδρα
ἀγαθὸν καὶ φιλότ̣ει̣μ̣ον,
ἀρχιερασάμενον τῶν Σε-
5 βαστῶν πρεπόντως καὶ ἀρ-
ξάμενον κοσμίως, ἱερασάμε-
νόν τε Διὸς Μεγάλου τετράκις
ἐκτενῶς καὶ ἐργεπιστατήσαντα
στοᾶς Δήμητρος πιστῶς, τειμῆς
10               ἕνεκεν.

b.11 ὁ δῆμος ἐτείμησεν
Μαλιν Μοσω
θυγατέρα σω-
φροσύνης ἕνε-
15 κεν καὶ εὐνοίας
τῆς εἰς ἑαυτήν {²⁶ἑαυτόν}²⁶.

c.17 ὁ δῆμο[ς ἐτείμησεν]
Μισιν Μοσω καλοκα-
γαθίας ἕνεκεν καὶ εὐ-
20 νοίας τῆς εἰς ἑαυτόν,
τὸν δὲ ἀνδριάντα ἀνέ-
στησεν Μοσως ὁ υἱὸς
αὐτοῦ.