Pan du désert 21

Home > Africa > Egypt > Mons Claudianus > Pan du désert 21

Dating

No information available.

Text

ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ

Σεβαστοῦ καὶ τοῦ παντὸς αὐτοῦ οἴκου, Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν

Ἐπαφρόδιτος Καίσαρος Σιγηριανός, ἐπὶ Ῥαμμίῳ Μαρτιάλι ἐπάρχῳ Αἰγύπτου, Μάρκου Οὐλπίου Χρησίμου ἐπιτροπεύοντος τῶν μετάλλων, ἐπὶ (ἑκατοντά)ρχ(ου) Προκουληιανοῦ.