IK Kyme 13

Home > Asia > Turkey > Lydia > Kyme > IK Kyme 13

Dating

No information available.

Text

ἔχοισαν· "ὁ δᾶμος Δικαιογένην Λακράτεος". στεφανωσάτω δὲ καὶ

ὁ ἀγωνοθέτας Ἀρχίππαν τὰν Δικαιογένεος χρυσέῳ στεφάνῳ

ἐν τοῖς πρώτοις Διονυσίοισι τῷ ἀγῶνι τῶν παίδων ἀρετᾶς ἕνε-



προεδρίαν· τὰν δὲ ἀναγγελίαν τῶν προγεγραμμένων ποιήσθω

ὅ τε νῦν ἐὼν ἀγωνοθέτας καὶ οἱ ἑκάστοτε ἐσσόμενοι καθότι καὶ

τοῖς ἄλλοις εὐεργέταις· ἐπεὶ δέ κε τελευτάσῃ Ἀρχίππα, ὁ ἐσσό-



γ̣ραφὴν ἔχουσαν· "ὁ δῆμος Ἀρχίππην τὴν Δικαιογένου ἀρετῆς ἕνεκεν καὶ εὐ-

νοίας τῆς εἰς ἑαυτόν"· ὁ δὲ ἀγωνοθέτης τῶν Διονυσίων ποιησάσθω ἐν τῷ

π̣ρώτῳ ἀγῶνι τῶν παίδων τοῦ τε στεφάνου καὶ τῆς εἰκόνος τὴν ἀναγγελί-

αν, εἰς δὲ τὸ λοιπὸν ἀεὶ ὑπὸ τοῦ ἐσομένου ἀγωνοθέτου στεφανοῦσθαί τε

Ἀρχίππην τῷ χρυσῷ στεφάνῳ καὶ καλεῖσθαι αὐτὴν εἰς προεδρίαν ἐν πᾶσιν

τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ· ὁμοίως δὲ καὶ οἱ ἀγωνοθέται τῶν μεγάλων̣

Σωτηρίων καὶ Ῥωμαίων τήν τε εἰσκήρυξιν καὶ τὴν στεφάνωσ̣ιν ποιείσθωσ[αν],