IGR III 933

Home > Asia > Cyprus > Lapta > IGR III 933

Dating

No information available.

Text

Ἄδραστος Ἀδράστου φιλόκαισαρ, ὁ ἐνγενικὸς ἱερεὺς τοῦ

ἐν τῷ γυμνασίωι κατεσκευασμένου ὑπὸ αὐτοῦ ἐκ τοῦ ἰδίου

Τιβερίου Καίσαρος Σεβαστοῦ ναοῦ καὶ ἀγάλματος, ὁ φιλόπατρις

καὶ πανάρετος, καὶ δωρεὰν καὶ αὐθαίρετος γυμνασίαρχος καὶ

ἱερεὺς τῶν ἐν γυμνασίωι θεῶν κατεσκεύασεν τὸν ναὸν καὶ

τὸ ἄγαλμα ἰδίοις ἀναλώμασιν τῶι αὐτοῦ θεῶι, ἐφηβαρχοῦντος