Ephesos 36

Home > Asia > Turkey > Lydia > Ephesos > Ephesos 36

Dating

written: 302 - 301 BCE

Text

ἐγ Κλαζομεναῖς στρατηγός, πιστόν τε αὐτὸμ παρέσχηται εἰς τὰ τοῦ βασιλέως πράγματα καὶ τῆι πόλει τὰ πλοῖα τὰ σιτ[αγωγὰ διέσωσε, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει πρὸς τὸν βασιλέα]

καὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ στεφανῶσαι χρυσεῶι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι· τῆς [δὲ ἀναγγελίας τοῦ στεφάνου ἐπιμελεῖσθαι τὸν ἀγωνοθέτην· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν εφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ]

καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηται ἢ ἐξάγητ[αι εἰς τὸν ἴδιον οἶκον καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα]