TAM 3.1, 713

Home > Asia > Turkey > Pisidia > Termessos > TAM 3.1, 713

Dating

No information available.

Text

1 [Τ]ι̣βε̣ρ̣[ία Κλαυδί]α Περίκλεια τ̣ὸ̣ν̣ ο̣ἶ̣κον τοῦ ἡρώ[ου καὶ τὸν περίβολον κατεσκεύα]-
σεν ἑαυτ̣ῆ̣ καὶ Τιβερίω Κλαυδίω Τειμοδώρω, τῶ γενομέ[νω ἀνδρί καὶ Τιβερίοις Κλαυδί]-
      οις Οὐάρω καὶ Ἀσκληπιοδότω, τοῖς προμοίροι̣ς α̣[ὐτῆς υἱοῖς· καὶ ἐν τῶ οἴ]-
     κω ἀπέθετο σωματοθήκας δύο, μίαν μὲν ἑαυτῆς τε καὶ τοῦ ἀνδ[ρὸ]ς̣ α[ὐτῆς],
5      τὴν δὲ ἑτέραν τοῦ τε Οὐάρου καὶ τοῦ Ἀσκληπιοδότου, ἣν καὶ περιεσκούτλ̣[ω]-
       σεν, καὶ ἀνδριάντας ἔστησεν καὶ τὸν σύνπαντα περὶ τὸν οἶκον τοῦ ἡρώου κόσ-
       μον ἐξήρτισεν· καὶ πρόρησιν ποιεῖται, ὅτι οὐ βούλεται πειρᾶσαί τινα
       οὔτε ἐν ταῖς σωματοθήκαις οὔτε ἐν τῶ οἴκω οὔτε ἐν τῶ προστόω οὔτε
       ἐν τῶ προκειμένω τοῦ οἴκου αἰθρίω οὔτε ἐν τῶ ὄπιθεν ἑπομένω ἀποθέσθαι
10        τινὰ ἢ λείψανόν τινος πλὴν αὐτῆς μόνης· ἐὰν δέ τις ἐπιχειρήση, ἀποτείσει τῶ ἱερω-
       τάτω ταμείω δηνάρ̣[ι]α̣ δ̣ισμύρια καὶ Διὶ Σολυμεῖ δηνάρια μύρια καὶ ἔσται αὐ-
       τ̣ῶ̣ [κ]α̣ὶ̣ π̣ρὸς
       τοὺς κατοιχο-
        μενους.