TAM 3.1, 17

Home > Asia > Turkey > Pisidia > Termessos > TAM 3.1, 17

Dating

No information available.

Text

1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — Ἀρτέμ]ειδι Αὐρηλία
Αρμαστα ἡ καὶ Πανκράτια, θυγάτηρ Μ(άρκου) Αὐρ(ηλίου) Πανκράτους Τειμοκράτους, ἄρξαντος τὴν
ἐπώνυμον ἀρχὴν καὶ ἀρχιερασαμένου, γυνὴ δὲ ἱερέως Μουσῶν διὰ βίο[υ] Μ(άρκου) Αὐρ(ηλίου) Τιβερίου Οπλητος,
τὸ ἄγαλμα καὶ τὸν νεὼ ἐκ θεμελίων ἐκ τῶν ἰδίων κατασκευάσασα διὰ τοῦ ἀνδρὸς ἀφιέρω-
5 σεν ἀκολούθως εἰσαγγελία τοῦ πάππου Τειμοκράτους, γενομένη προ(βούλου) Ποπλίου Αἰλίου Ἑρ(μαίου)·
τὸν δὲ λοιπὸν κόσμον καὶ τὴν σκούτλωσιν τοῦ ν̣[εῶ κ]αὶ τὴ̣ν ἀργυρῶν εἰκόνων ͵ʹ
ἀνάθεσιν Αὐρ(ηλία) Παδαμουριανὴ Νανηλις Οπλητος, ἀρχιερασαμένη, ἡ μήτηρ τῆς Παν-
κρατείας, ἀκολούθως εἰσαγελία ἡ ἐποιήσατο καὶ αὐτή, συνκαθιέρωσεν.