TAM 2, 910

Home > Asia > Turkey > Lycia > Rhodiapolis > TAM 2, 910

Dating

No information available.

Text

   Ἀσκληπιῶι καὶ Ὑγίαι.
Ῥοδιαπολειτῶν ἡ βουλὴ καὶ ὁ δῆμος
καὶ ἡ γερουσία ἐτείμησαν ταῖς διηνε̣-
κέσιν κατ’ ἔτος τειμαῖς Ἡράκλειτον̣
5 Ἡρακλείτου Ὀρείου τὸν πολείτην καὶ
Ῥόδιον, φιλόπατριν, ἱερέα Ἀσκληπιοῦ
καὶ Ὑγίας ∙ ἰκόνι ἐπιχρύσῳ καὶ τῷ τῆς
παιδείας ἀνδριάντι· ὃν ἐτείμησαν ὁμοί-
ως Ἀλεξανδρεῖς Ῥόδιοι Ἀθηναῖοι καὶ ἡ
10 ἱερωτάτη Ἀρεοπαγειτῶν βουλὴ καὶ οἱ
Ἀθήνησιν Ἐπικούρειοι φιλόσοφοι καὶ ἡ
ἱερὰ θυμελικὴ σύνοδος, πρῶτον ἀπ’ αἰ-
ῶνος ἰατρὸν καὶ συνγραφέα καὶ ποιη-
τὴν ἔργων ἰατρικῆς καὶ φιλοσοφίας,
15 ὃν ἀνέγραψαν ἰατρικῶν ποιημάτων
Ὅμηρον εἶναι, ἀλιτουργησίᾳ τιμηθέντα,
ἰατρεύσαντα προῖκα, ναὸν κατασκευ-
άσαντα καὶ ἀγάλματα ἀναθέντα Ἀσκλη-
πιοῦ καὶ Ὑγείας καὶ τὰ συνγράμματα αὐ-
20 τοῦ καὶ ποιήματα τῇ πατρίδι Ἀλεξαν-
δρεῦσι Ῥοδίοις Ἀθηναίοις, χαρισά-
μενον τῇ πατρίδι εἰς διανομὰς καὶ
ἀγῶνας Ἀσκληπίων καὶ ἀργυρίου
𐆖 μύρια καὶ πεντάκις χίλια· ὃν ἐτεί-
25 μησεν ἡ πατρὶς καὶ προεδρίᾳ.