TAM 2, 831

Home > Asia > Turkey > Lycia > Idebessos > TAM 2, 831

Dating

No information available.

Text

1 ἀνέστησεν τὸν ἀνδριάντα Ὄρειος Ἀριστοκράτους
Ἀκα(λισσεὺς) ἑαυτοῦ γραμματεύσας καὶ ἱερασάμενος τῶν
Σεβαστῶν μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἀριδέσας̣,
πρυτανεύσας, ἐπιμελητεύσας δημοσίων ἔργων, πα-
5 ραφυλάξας, ταμιεύσας βʹ, ὑποφυλάξας Λυκίων
τοῦ κοινοῦ ἐπεικῶς καὶ πιστῶς, ὡς καὶ διὰ ψηφισμάτων
τετειμῆσθαι ὑπὸ τῶν <εὖ> πεπραγμένων ὑπ’ αὐτοῦ πό-
λεων Ἀρυκανδέων καὶ Κυανειτῶν καὶ Κορυδαλλέων
τῶν δήμων καὶ δι’ ἃ ἐποιήσατο ἀναλώματα φιλοτει-
10 μηθ̣άμενος τῇ πατρίδι πολλάκις καὶ ὑπ’ αὐτῆς τετει-
μῆσθαι καὶ μεμαρτυρῆσθαι.