TAM 2.15

Home > Asia > Turkey > Lycia > Fethiye > TAM 2.15

Dating

No information available.

Text

face I.1 [Λυκίων τ]ὸ κοινὸν ἐτείμησεν [ταῖς τρίταις] τειμαῖς
[Φίλιππο]ν Κλεάρχου τοῦ Τλ[ηπολέμου] τοῦ Φιλώ-
[του Τελ]μ̣ησσέα, πολιτευόμενον δὲ καὶ ἐν ταῖς
[κα]τὰ Λυκίαν πόλεσι πάσαις, τὸν ἀρχιερέα τῶν Σε-
5 [βασ]τῶν, τὸν δὲ αὐτὸν καὶ γραμματέα Λυκίων τοῦ
[κοι]νοῦ, δι’ ἃς ἐτέλεσεν μεγαλοψύχως μονομαχί-
[ας] καὶ θηριομαχίας, καὶ ἀργυρικὰς ἐπιδόσεις καὶ τὰς
[λοιπὰς δαπάνας π]αρεσχημένον καὶ τῆι πατρίδι
[γυ]μνασίου χαρισάμενον καὶ ἀριθμ[ήσαν]τα λε[πτοῦ]
10 [ἀργυ]ρίου μυριάδ[α]ς πέντε καὶ ἑξάκις χειλίας
[πεν]τήκοντα ὀκτὼ δραχμάς.
face II.1 Λυκίων τὸ κοινὸν ἐτε[ίμησεν ταῖ]ς
τρίταις τειμαῖς Ἀρτέμιον τὴν καὶ Ταταν
Μεγασύστου Τελμησσίδα, τὴν ἀρχι-
έρειαν τῶν Σεβαστῶν, γυναῖκα
5 Φιλίππου τοῦ Κλεάρχου τοῦ Τλη-
πολέμου τοῦ Φιλώτου Τελμησσέως
[πολι]τευομένου δὲ καὶ ἐν ταῖς κα-
τὰ Λυκίαν πόλεσι πάσαις, κεκοσμη-
μέ<ν>ην πάσηι ἀρετῆι καὶ σωφροσύνηι.
face III/IV [— — — — — — — ἀνέστησε τοὺς]
[ἀνδριάντας σὺν ταῖς βάσεσιν]
1 καὶ τῶι σύνπαν[τι κόσμωι· ἐὰν δέ τις]
μεταθῇ ἢ μετε[νένκῃ τούσδε τοὺς]
Φιλίππου τοῦ Κ[λεάρχου τοῦ Τλη]-
πολέμου τοῦ Φιλώτου ἢ Ἀρ[τεμίου]
5 τῆς καὶ Τατας Με[γ]ασύστου Τελ-
μησσέων̣ ἀνδρι[ά]ντας ὧιτινι οὖν
τρόπωι [ἢ κακῶς] ποιήσῃ ἐν ὧι
δ̣ή τ[ινι μέρει?] εἴτε ἄρχων εἴτε
[ἰδιώτης, ․․․․]ν αὐτὸν ὑπὲρ
10 [․․․c.11․․․․]υτος τῶι Λυκίων
[ἔθνει ․c.6․․]γαθως καὶ τὰ χει
[․․c.8․․․ ἡ ἐκ]κλησία ἐψηφίσατο.