SEG 6, 810

Home > Asia > Cyprus > Paphos > SEG 6, 810

Dating

written: 193 - 211 CE

Text

1                        τύχῃ ἀγαθῇ.
Αὐτοκράτορα Καίσαρα Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνεῖν[ον Εὐσεβ]ῆ Εὐτυχ[ῆ]
Σεβαστὸν Ἀραβικὸν Ἀδιαβηνικὸν Παρθικὸν Μ(έγιστον) Βρεταν[νικὸ]ν Σεβαστὴ
Κλ(αυδία) Φλ(αουία) Πάφος ἡ ἱερὰ μητρόπολις τῶν κατὰ Κύπρον πόλεων, παρόντων
5 καὶ καθιερούντων τοῦ τε κρατίστου ἀνθυπάτου Ἰουλίου Φρόντωνος
Τληπολέμου καὶ τοῦ ἀξιολογωτάτου λογιστοῦ Ἡλιανοῦ Πολυβιανοῦ,
δοθέντος ὑπὸ τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων
καὶ καταστήσαντος τὸν ἀνδριάντα ἀπὸ 𐆖 φʹ
ἀπὸ πόρων τῶν δογματισθέντων ὑπὸ τῶ[ν]
10 ἀρχόντων τοῦ ἐνεστῶτος ιθʹ τοῦ καὶ ιδʹ
καὶ κθʹ ἔτους.