SEG 57, 1444

Home > Asia > Turkey > Pisidia > Termessos > SEG 57, 1444

Dating

No information available.

Text

Περικλέα Οβριμοτου Ἑρμαίου Πα[δα]-
μουριος, φιλόπατριν, υἱὸν πόλεως̣, [δι’]
αἰῶνος γυμνασίαρχον, προήγορον̣
τ̣ῆς πόλεως ἀεὶ γενόμενον, ἄρξαντ[α]
5 τ̣ὴν ἐπώνυμον τῶν ἀρχιπροβούλων ἀρ-
χήν, ἐπωφελῶς καὶ διαφερόντως πολει-
τευσ̣άμενον, τὰς δύο ὁδοὺς βασιλικὰ̣[ς]
καταλιπόντα τῇ πόλει, εἰς λόγον θεωρία̣[ς]
𐆖 ͵ξ̣τʹ, εἰς δὲ λόγον γυμνασιαρχίας καὶ
10 ἀγώνων ἐννεετηρικῶν δόντα κλῆρόν
τε τὸν ἐν Κερυανδοις καὶ κτῆσιν τὴν ἐν
Νέᾳ Κώμῃ τῇ κάτω καὶ τὴν ἐν Ναιβοις, ἐ̣ν
ταῖς δ̣ὲ Οατυησσου ἀμπέλοις καὶ κτήσ̣-
εις τὰς ἐν Κοβαυνοις καὶ τὰς ἐν Κ̣λ̣υ̣α-
15 μοις αὐτοῦ ὅλας καὶ κτῆσιν τὴν ἐν Κο-
λονταις, πολλὰ καὶ ἄλλα ἀγαθὰ διαπρα-
ξάμενον τῇ πόλει· τὸν δὲ ἀνδριάντα
ἀνέθηκε Ἑρμαῖος Οβριμοτου Ἑρμαίου
Παδαμουριος, φιλόπατρις, υἱὸς πόλεως,
20 ὁ ἀδελφὸς αὐτοῦ, κατὰ τὴν τοῦ Περικλέους
           vacat διαθήκην. vacat