SEG 45:985

Home > Europe > Ukraine > Chersonesos > SEG 45:985

Dating

No information available.

Text

decree A [— — — — — — — — — — — — — — — — — — ἐν]
[πᾶ]σι ἐ̣[πικρεμασθέσι κινδύνοις(?) πεπόαται τὰν]
ἐπιδαμίαν̣ [(e.g.) χρασίμαν τῷ Αὐτοκράτορι καὶ τᾷ τε]-
λεωτάτᾳ εὐδαιμο[νίᾳ τῶν πολειτᾶν, ἀνθ’ ὧν]
ἐκλασίας πανσυδ̣[ιασμένας (e.g.) πασσυδὶ τόν τε δᾶ]-
5 μον καὶ τοὺς ποτ[ικλήτους βουλευτὰς κ]αὶ ἀ-
ναβοᾶσαι μεν αὐτ[ὸν ἐς τὰν] ἀγορὰν κεχαρμέ-
νᾳ τᾷ φωνᾷ, ἀθρόο[υς δὲ ἀν]ευφαμῆσαι πολί-
ταν ἔμμεν, βουλευτάν [τε κα]ὶ πρόεδρον καὶ
πάσᾳ τᾷ παρ’ ἁμεῖν τειμ̣[ᾷ συ]ναξιωθῆμεν εἰς
10 ἀμοιβὰν τᾶς εὐποιίας [καθᾶ]κον ἔμμεν· δι’ ἃ
δεδόχθαι τᾷ βουλᾷ καὶ τῷ [δάμ]ῳ· πρῶτα μὲν ἐπι-
θειάξαι τῷ Αὐτοκράτορ[ι, ὡς] τοιοῦτον ἁγεμό-
να σωτῆρα τᾶς [πε]ριστ̣άσ[ιο]ς ἔπεμψεν ἐπαρ-
χείας σκᾶπ[τρον ἀ]ν̣[αλαβεῖ]ν, τῆνόν τε εὖ
15 [τει]μ̣ᾶ̣σαι, ὃ[ς] δοκιμάξας [ἐ]ς χάριν τᾶς πό-
λιος ἁμῶν τοιοῦτον κα̣τ̣έστασεν ἁγέ-
ταν τᾶς παρ’ ἁμεῖν εἰράν[α]ς· ἔπειτα δὲ καὶ
αὐτὸν ἐπαινέσαι Τ(ίτον) Αὐρήλι̣[ο]ν Καλπουρνιαν[ὸ]ν
Ἀπολλωνίδαν τειμᾶσαί τε πά[σᾳ] τειμᾷ, ὥστε εἰκόνα[ς]
20 τε ἀναθῆμεν καὶ ἀνδριάντας [ἀνασ]τῆμεν αἰώνι̣[α]
καρύγματα ἐσσούμενα τᾶ[ς φ]ανερ[ᾶ]ς ἐς ἁμὲ εὐ-
νοίας· δόμεν δὲ αὐτῷ προξ[ε]νίας πολειτείαν, ἔ[σ]-
πλουν τε καὶ ἔκπλουν ἐν εἰράνᾳ καὶ π[ολ]έ̣μῳ [ἀ]-
συλεί, ἀσπονδεὶ αὐτῷ τε καὶ ἐ̣κγόνοις καὶ [χ]ρά[μα]-
25 σιν αὐτοῦ· βουλευτάν τε ἔμμεν αὐτὸν καὶ σύνψα-
φον τοῖς ἀρχᾶθεν Χερσον[α]σιτᾶν προέδροις,
μετέχειν τε πάντων τῶν ἐν τᾷ [π]όλει τῶν καὶ Χερσο-
νασιτᾶν τοῖσι πράτοις μέτεστιν· τὸ δὲ ψάφισμα
τοῦτο ἀναγραφᾶμεν λευκολ[ί]θῳ στάλᾳ καὶ θέμεν
30 ἐν τῷ ἐπισαμοτάτῳ τᾶς πόλ[ιο]ς τόπῳ· τ[α]ῦτ’ ἔδο[ξε]
βουλᾷ, δάμῳ, βασιλευούσας Π[αρθέ]νου ἔ[τε]ος ρϙηʹ, [ἱ]-
ερέως δὲ Οὐλπίου Βακχίου, μη[νὸς] Εὐκλ̣είου [αʹ], γρ̣[αμ]μ̣ατέως δὲ τᾶς βουλᾶς Τ(ίτου) Φλ(αουίου) Ἀττιανοῦ·
ἐσφραγίσαντο αʹ {²sc. στίχῳ}²· θεὰ βασίλισσ̣[α Π]αρθένος, Οὔλ[πι]ος Βακχίο[υ ἱ]ερεύς, Θέμιστος Στράτωνος
πρῶτος ἄρχων, Ἀρίστων Θεα[γέ]νους, [Ἀ]πολλων̣[ίδ]ης Ἱέρωνος, Στρ̣α̣τ̣οκλῆς Στρατοφίλου,
35 Πείσων Γαΐου, Κελεριανὸς Στρατοφί̣[λου], Φιλόμο[υσ]ος βʹ, Χρῆστος τ̣οῦ [Π]απίου, Κυρήνιος
Λυσιμάχου, Ἀντίπατρος βʹ, <βʹ> {²sc. στίχῳ(?)}²· Ἀ[τ]τ[ί]να[ς] Π̣άτρου, Οὐα̣[λ]έριος Πρειμιανός, Τ(ίτος) Φλ(άουιος) Ἀρίστων ἐ-
πίγονος Ποντικοῦ, Ἀπολλώνιος βʹ, Χ̣ρηστίων Θεαγένο̣υς, Φλ(άουιος) Νάσων δεύτερος
ἄρχων, Δημοτέλης Δημ[ο]τέλους, Ἀττίνας Εὐρυ̣δάμου γʹ {²sc. στίχῳ}²· Ἰούλιος Πείσων
τρίτος ἄρχων, Ἀττίνας [Ἀρίσ]των̣[ο]ς αʹ πρόδικος, Εὐρύδαμος Διογένους, Φλ(άουιος) Παρ-
40 θενοκλῆς νόμων φύλαξ, ὑπέ[γ]ραψεν καὶ ὁ γραμματεὺς τῆς βουλῆς

decree B [— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — καὶ πάσᾳ τᾷ]
παρ’ ἁμ̣[εῖν τειμᾷ συναξιωθῆμεν καθᾶ]-
κον ἔμ[με]ν̣· δι’ [ἃ δεδόχθαι τᾷ βουλᾷ καὶ]
τῷ δάμωι· ἐπαινέσα[ι μὲν ἐπὶ] τούτοις
Αὐρηλί[α]ν Παυλε̣ῖνα[ν γυν]αῖκα τοῦ
5 εὐεργέ[τ]α τᾶς πόλιος Τ(ίτου) Α[ὐρ]ηλίου Καλ-
πουρν[ι]α̣νοῦ̣ Ἀπολλωνί[δ]α̣ στεφανῶ-
σαί τε [ἐπί] τε τᾶς βουλᾶς [κα]ὶ τᾶς ἐκκλα-
σίας [χρυσ]έῳ στεφάνῳ [κ]α̣ὶ̣ ἀναγο-
ρευ[θῆμε]ν τ̣α̣ῖ̣ς δ̣[α]μ[οτ]ελέσι πα-
10 να̣γυρίεσσι τὰν τοῦ̣ δ̣[ά]μ̣ου εὐ-
χαριστείαν, δόμεν δὲ αὐτᾷ προ-
ξενίας πολειτείαν, ἔσπλουν
τε καὶ ἔκπλουν ἐν εἰράνᾳ
καὶ πολέμῳ, ἀσυλεί, ἀσπον-
15 δεὶ αὐτᾷ τε καὶ χράμασιν αὐ-
τᾶς μετοχάν τε πάντων
τῶν καὶ Χερσονασείταις μέ-
τεστι· τὸ δὲ ψάφισμα τοῦτο
ἀναγραφᾶμεν λευκολίθῳ στά-
20 λᾳ καὶ θέμεν ἐν τῷ ἐπισα-
μοτάτῳ τᾶς πόλιος τόπῳ·
ταῦτ’ ἔδοξε βουλᾷ, δάμῳ,
βασιλευούσας Παρθένου ἔτε-
ος ρϙηʹ, ἱερέως δὲ Οὐλπίου
25 Βακχίου, μηνὸς Εὐκλείου αʹ,
γραμματέως δὲ τᾶς βουλᾶς
Τ(ίτου) Φλ(αουίου) Ἀττιανοῦ.

C (unassoc. frg.) [— — — — — — — — — — — —]
[— — — — — — — — — — — —]Κ̣Λ
[— — — — — — — — — — — —]παρα
[— — — — — — — — —]Ι̣ λ̣α̣ο̣ῦ̣ οὐσα̣
[— — — — — — — —] συναγέρθη̣
5 [— — — — — — — — —] θεῶν(?)
[— — — — — — — — — — — —]