SEG 35, 1365

Home > Asia > Turkey > Phrygia > Aizanoi > SEG 35, 1365

Dating

written: 100 - 157 CE

Text

1 Μ. Οὔλ. Ἀππουληιανὸν Φλαβια-
νὸν υἱὸν Μ. Οὐλ. Ἀππουληίου Φλα-
βιανοῦ ἀρχιερέως Ἀσίας ναῶν
τῶν ἐν Περγάμῳ ἐτείμησεν ἡ βου-
5 λὴ καὶ ὁ δῆμος ὁ Αἰζανιτῶν τὸν
ἑαυτῶν εὐεργέτην εὐσεβῆ
καὶ φιλόπολιν ἀγωνοθετήσαντα
τῶν πρῶτον διατεθέντων Δείων
καὶ εἰρηναρχήσαντα δὶς καὶ βουλαρ-
10 χήσαντα καὶ στρατηγήσαντα ἐπι-
φανῶς καὶ ἱερατεύσαντα τοῦ Διὸς φι-
λοτίμως καὶ ἐν σιτοδείᾳ ἐπευωνί-
σαντα τὴν τιμὴν εὐθηνίαν τε ἄφθο-
νον παρασχόντα τῇ τε Ἀσίᾳ καὶ τῇ πόλει
15 ἀγοραίαν ἄγοντος Κορνηλίου Λατινιανοῦ καὶ
ἱερέα τοῦ Διὸς διὰ βίου καὶ πρύτανιν
καὶ ἀγωνοθέτην τῶν μεγάλων πεν-
ταετηρικῶν ἀγώνων διανομαῖς καὶ
φιλοδοξίαις ἀσύνκριτον παρασχόν-
20 τα ἑαυτὸν καὶ τὰς ἄλλας πάσας ἀρχὰς
καὶ πρεσβείας ἀνύσαντα μετὰ προ-
θυμίας καὶ αὐθαιρέτου σπουδῆς,
ἀναστήσαντος τὸν ἀνδριάντα
Μ. Οὐλπίου Ἀππουληίου Εὐρυκλέ-
25 ους τοῦ υἱοῦ αὐτοῦ ἀγωνοθέτου
τῶν Δείων καὶ ἱερέως Διονύσου
διὰ βίου.