SEG 24, 1163
Dating
No information available.
Text
Ἑλλάδι σῆμα σοφῇ πινυτὸς δώμησεν
Ἀλεξᾶς {²hedera}² / ὠκυμόρου καταθεὶς καλὸν ἄγαλμα
κόρης / ἣν ὄλεσεν σὺν παιδὶ μογοστόκος Εἰλειό-
θυια / καὶ πατρὶ καὶ γαμέτῃ πένθος ἐφεσσαμένη· /
5 πουλὺ γὰρ ἀμφότεροι βλεφάρων ἄπο δάκρυ χέ-
ουσιν / Ἑλλάδος ἁρπαγίμης εἵνεκεν ἡλικίης. /