Meletemata 11, K2

Home > Europe > Greece > Macedonia > Kallindoia > Meletemata 11, K2

Dating

written: 1 CE

Text

ἔτους ∙ ηʹ καὶ μʹ ∙ καὶ ∙ ρʹ·
οἱ πολιτάρχαι προβουλευσα̣-
μένων τῶν βουλευτῶν
καὶ γενομένης ἐκκλησίας εἶ-
5 παν ἐν τῶι δήμωι· ἐπεὶ Ἀ-
πολλώνιος Ἀπολλωνίου
τοῦ Κερτίμμου γενόμε-
νος ἀνὴρ ἀγαθὸς καὶ πάσης
τειμῆς ἄξιος, ἐπιδεξάμενος
10 αὐθαίρετον ἱερατήαν Διὸς καὶ Ῥώμης
καὶ Καίσ̣αρος θεοῦ υἱοῦ Σεβαστοῦ τοσαύτην
εἰσηνέ̣γκατο μεγαλοφροσύνην ἀξίως καὶ τῆς τῶν προ-
γόνων καὶ τῆς ἰδίας ἀρετῆς φιλοδοξήσας, ὥστε μηδε-
μίαν ὑπερβολὴν καταλιπεῖν τῶν εἰς τοὺς θεοὺς καὶ τὴν
15 πατρίδα δαπανημάτων, τάς τε γὰρ παρ’ ὅλον τὸν ἐνιαυτὸν
ἐκ τῆς πόλεως κατὰ μῆνα γεινομένας Διὶ καὶ Καίσαρι Σεβα-
στῶι θυσίας ἐκ τοῦ ἰδίου παριστὰς καὶ τοῖς θεοῖς τὰς
τειμὰς πολυτελεῖς προσηνέγκατο καὶ τοῖς πολείταις τὴν
ἑστίασιν καὶ εὐωχίαν μεγαλομερῆ παρέσχετο καὶ λαϊ̣-
20 κῶς πανδημεὶ δειπνίζων καὶ κατὰ τρίκλεινον καὶ τ̣[ὴν]
ἐπὶ τῆς πανηγύρεως πομπὴν ποικίλην καὶ ἀξιοθ̣[έατον]
σκευάσας καὶ τοὺς ἀγῶνας Διὶ καὶ Καίσαρ[ι τῶ]ι Σεβ[αστῶι]
πολυτελεῖς θέμενος καὶ ἀξίους [τῶν θεῶν καὶ τῆς πατρίδος]
οὐ μόνον πρὸς τὴν τῆς ε̣ὐ̣ω̣χ̣ί̣α̣ς [φρ]ονῶν [χρείαν, ἀλλὰ καὶ]
25 τὴν θέαν καὶ τὴν ἀπά[τη]ν [καὶ τὴν διά]χυσιν τῆς ψ[υχῆς]
ἐφιλανθρώπησεν τοὺς πολείτας τάς τε ἐκ τῆς π[όλε]-
ως ἐν τῆι πανηγύρει δημοτελεῖς γεινομένας θυσίας Διὶ
καὶ Καίσαρι τῶι Σεβαστῶι καὶ τοῖς λοιποῖς εὐεργέταις παραι-
τησάμενος τὴν πατρίδα ταῖς ἰδίαις δαπάναις παρέστη-
30 σεν καὶ βουθυτήσας καὶ ἰδίᾳ καθ’ ἕκαστον τῶν πολειτῶν
τὴν πᾶσαν ἑορτὴν εὐώχησε̣ν ἐν τοῖς τρικλείνοις καὶ
κατὰ τὸ κοινὸν ταῖς φυλαῖς ἐπιδόσεις ἐποιήσατο λαμ-
προτάτας, ἵνα, ὅποι ποτ’ ἂν ἥδεσθαι βούλωνται, τὴν αὐ-
τοῦ χάριν ἑστιῶνται, τὸ δὲ παράπαν πάσης δαπάνης
35 ἀφειδήσας καὶ Καίσαρος ἄγαλμα κατεσκεύασεν ἐκ τοῦ
ἰδίου καὶ ἀναθεὶς αἰώνιον ὑπόμνημα τῆς εἰς πάν-
τας ἀνθρώπους εὐεργε̣σίας τοῦ Σεβαστοῦ καὶ
τῆι πατρίδι τὸ προσκόσμημα καὶ τῶι θεῶι τὴν
καθήκουσαν τειμὴν καὶ χάριν ἔνειμεν. δι’ ἃ δεδό-
40 χθαι τῆι βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι τε αὐ-
τὸν ἐπὶ τῇ λανπρότητι τῆς ψυχῆς καὶ τῆς εἰς
τὴν πατρίδα φιλοδοξίας καὶ στεφανῶσαι θαλλοῦ στε-
φάνωι καὶ ἐψηφίσθαι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ Ἀπολλω-
νίου καὶ τῆς μητρὸς αὐτοῦ Στραττοῦς ἑκάστου ἄγαλμα λίθινον,
45 σταθῆναι δὲ τὰ ἀγά̣λ̣ματα καὶ τὸ ψήφισμα τοῦτο ἔνθ’ ἂν {²⁷ἐν ᾧ ἂν (Pleket)}²⁷ αὐτὸς ὁ ἀγω-
νοθέτης ἐπισημοτάτῳ τῆς ἀγορᾶς αἱρῇται τόπωι, ἵνα καὶ οἱ λοιποὶ τῶν πο-
λειτῶν ἀποθεωροῦντες εἰς τὴν εὐχαριστίαν τῆς πόλεως πρόθυμοι γεί-
νωνται φιλοδοξεῖν καὶ τῆι πατρίδι προσφέρεσθαι φιλανθρώπως· καὶ ἐπι-
χειροτονηθέντος τοῦ ψηφίσματος Ἀπολλώνιος τὰς μὲν τειμὰς
50 καὶ τὴν ἐκ τῆς πατρίδος χάριν ἐδέξατο, τοῦ [δ]ὲ δαπανήματος ἀπέλυ-
σεν τὴν πόλιν. vac. ἐπεχειροτονήθη Δαι[σί]ου vac. ιδʹ.