MAMA 8, 373

Home > Asia > Turkey > Pisidia > Salur > MAMA 8, 373

Dating

No information available.

Text

Ἀναβουρέων
ὁ δῆμος Αὐρή.
Βιάνορα Ἀττά-
λου νέον Βιά-
5 νορος Τηλε-
μάχου ἔγγονον
φιλόπατριν ἐκ
προγόνων καὶ
εὐεργέτην πά-
10 σης ἀρετῆς καὶ
εὐνοίας τῆς
εἰς τὸν δῆμον
ἕνεκεν·
τὸν δὲ ἀνδριάντα
15 Αὐρ. Ἀμμία Ἀττά-
λου ἱερέως ἡ
σύμβιος αὐτοῦ
φιλανδρίας χά-
ριν καὶ στοργῆς
20 [ἀ]μ̣ειμήτου ἐκ [τ]-
ῶν τῆς προικὸς
ἰδίων. ❦