Magnesia 220

Home > Asia > Turkey > Caria > Magnesia on the Maeander > Magnesia 220

Dating

No information available.

Text

Πό(πλιος) Αἴλιος Ἀριστόμαχος
περιοδονείκης ξυστάρ-
χης πρῶτος καὶ μόνος τῶν
ἀπ’ αἰῶνος νεικήσας Ὀλύμ-
5 πια παίδων πανκράτιον
Ὀλυμπιάδι σκδʹ καὶ κατὰ
τὸ ἑξῆς Καπετώλεια ἐν Ῥώ-
μῃ, Σεβαστὰ ἐν Νεαπόλει,
Ἄκτια, Παναθήναια τὰ πρῶτα
10 δοθέντα εἰσελαστικὰ ὑπὸ
θεοῦ Ἁδριανοῦ, ἐν Σμύρνῃ κοι-
νὸν Ἀσίας, Ἴσθμια, Νέμεια, Οὐράνια
ἐν Λακεδαίμονι καὶ τὸ δεύτε-
ρον Ἴσθμια ἀγενείων πανκρά-
15 τιον, μήτε ἱεράν ποτε ποιήσας
μήτε συνεξελθών, τειμηθείς τε
ἐπὶ τούτοις ὑπὸ θεοῦ Ἁδριανοῦ
Ῥωμαίων πολειτείαις εἴς τε τὸν
πατέρα καὶ τὴν μητέρα καὶ τοὺς
20 ἀδελφοὺς καὶ τὴν Κυζικηνῶν ξυσ-
ταρχίαν, πρεσβεύσας τε πολλά-
κις πρὸς τοὺς αὐτοκράτορας
εἴς τε τὴν βασιλίδα Ῥώμην καὶ εἰς
Παννονίαν τῇ γλυκυτάτῃ πα-
25 τρίδι τοὺς ἑαυτοῦ ἀνδρι-
άντας.