Lindos 2, 384d
Dating
No information available.
Text
1 Νεικασίμαχον Δαρδάνου Βράσιο[ν]
ἰερατεύ[σαντ]α Ἀθάνας Λινδίας καὶ Διὸς
Πολιέως καὶ Ἀρτάμιτος Κεκοίας, καὶ
ταμιεύσα[ντ]α, καὶ γενόμενον γραμματῆ
5 βουλᾶς, καὶ [π]ρυτανεύσαντα, καὶ πάντα
πράξαντα τὰ συνφέροντα τῷ δάμῳ ἐν τῷ
τᾶς ἀ[ρχᾶς χ]ρόνῳ, καὶ προφατεύσαντα,
καὶ [γυμνασια]ρχήσαντα πρεσβύτερον, καὶ
[ποιησάμ]ε[ν]ον τὰν θέσιν τοῦ ἐλαίου
10 [δωρεάν, καὶ ποι]ησάμενον καὶ τοῖς παισὶ τὰν
[θέσιν τοῦ ἐλ]αίου, καὶ πρεσβεύσαντα
πλ[ε]ο[νάκις, γεν]όμενον δὲ καὶ ἐν ἐπανγελίαις
καὶ προ[ϊσφορα]ῖς, καὶ ἐπὶ πᾶσι τούτοις στεφα-
νωθέντα [ὑ]πὸ τᾶν βουλᾶν πλεονάκις
15 χρυσέοις [στ]εφάνοις καὶ προσώπων ἀργυρέων
ἀναθέσεσι, ἀν[α]θεισᾶν δὲ ὑπὲρ αὐτοῦ τᾶν βουλᾶν
καὶ ἀνδριάντας χαλκέους, στεφανωθέντα δὲ
καὶ ὑπὸ μαστρῶν πλεονάκις, τιμαθέντα δὲ
καὶ ὑπὸ τοῦ δάμου τοῦ Βρασίων· τοὶ ἰερεῖς καὶ
20 ὁ ἀρχιεροθύτας καὶ τοὶ ἰεροθύται τὸν ἰερῆ
τᾶς Ἀθάνας τᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ
Πολιέως, εὐνοίας ἕνεκα καὶ δικαιοσύνας
καὶ φιλοδοξίας τᾶς εἰς αὐτούς.
θεοῖς.