Lanckoronski, I 175.58

Home > Asia > Turkey > Pamphilia > Sillyon > Lanckoronski, I 175.58

Dating

No information available.

Text

[ἡ βο]υλὴ καὶ ὁ δῆμος ἐτείμησε
Μεγακλέα Μεγακλέους,
φύσει Ἀπολλωνίου τρὶς
Μεγακλέους, δημιουργὸν καὶ
5 γυμνασίαρχον, ἐπιδόντα δι-
ὰ τῆς μητρὸς Μηνοδώρας ἐν
τῷ ἔτει τῆς δημιουργίδος αὐ-
τοῦ διανομῆς ἑκάστωι βου-
λευτῇ (δην.) κʹ, γεραίωι δὲ καὶ ἐ̣[κ]-
10 κλησιαστῆι ἀνὰ (δην.) ιηʹ, πολείτ[ῃ]
δὲ ἀνὰ (δην.) βʹ, ἀπ̣[ε]λευθέροις δὲ καὶ
παροίκοις ἀνὰ (δην.) αʹ, ἔτι ἐπιδόντα δι-
ὰ τῆς μητρὸς καὶ εἰς τροφὰς παίδων
ἀργυρίου μυ(ριάδας) λʹ· ἥτις κατεσκεύασε
15 τόν τε ναὸν καὶ τὰ ἐν τῶι ναῶι ἱε[ρὰ],
τά τε ἀργύρεα τρία ἀπὸ μυ(ριάδων) αʹ καὶ (δην.) [͵α],
καὶ τὸ τῆς Τύχης ἱερὸν ἀκρελε-
φάντινον ἐπίχρυσον σὺν τοῖς
παρέργοις περὶ τὴν βάσιν κα[ὶ]
20 τὴν ἀργύρεον τράπεζαν καὶ τὰ
πλινθεῖα καὶ τὰς στοὰς καὶ τὸν
    ἀνδριάντα,
πάντα εἰς μνήμην καὶ τειμὴν
τοῦ υἱοῦ αὐτῆς.