JOAI 18, 23

Home > Asia > Turkey > Cilicia > Seleukeia ad Calycadnum > JOAI 18, 23

Dating

written: 155 - 161 CE

Text

   ἐπὶ νίκῃ                  τῶν κυρι-
                                   ων.
τύχηι ἀγαθῆι Αὐτοκράτορος Καίσαρος Τί-
του Αἰλίου Ἁδρι[α]νοῦ Σ[εβα]στοῦ Εὐσεβοῦς π(ατρὸς) π(ατρίδος)
5 αὐτοκράτορος τὸ βʹ καὶ [Μ.] Αὐρηλίου Καίσαρος καὶ τοῦ
σύνπαντος αὐτῶν οἴκο[υ ἔδ]ο[ξ]ε τῇ βουλῇ καὶ τῷ δήμῳ,
πρυτάνεων γνώμη· ἐπ[εὶ τῆ]ς [ἱερ]ωσύνης τῆς [Ἀ]θην[ᾶ]ς
τῆς ἐν Τά[γ]ες πωλουμ[ένης ἐ]ν τῷ φανερῷ τε προκηρυ-
χθίσης ἐπὶ ἰκανὸν χρόνο[ν] Διονυσόδωρος Θεαγ[έ]νους
10 ἀνὴρ ἐδήμων κὲ με[γίστας] δ[ωρεὰς(?) δ]εδωκὼς τῆι πατρίδι
καὶ δι’ ἄλλων εὐσ[εβῶν φιλοτειμιῶ]ν πάντας ὑπερβαλό-
μενος ἐπρίατο τὴν δηλουμένην ἱερωσύνην διδοὺς
εἰς μὲν ἀνάθημα τῆς θ[ε]οῦ δην(άρια) νʹ ἐπὶ τῷ κατασκευασ-
θῆνε τύνπανον [λ]αμβάνοντο[ς] αὐ[τ]οῦ τὴν ἐπιγρα-
5 φὴν κ<α>ὶ ἐπιδόσεως τοῖ[ς] μὲν βο[υλ]ευτε͂ς καὶ ἀπὸ συ-
ναρχίας διμερῶς ἀνὰ [ὀ]βολοὺς ιαʹ καὶ τῷ δήμῳ εἰ-
ς ἐπίδοσιν ϛσʹ κὲ τῇ γ[ερ]ου[σ]ίᾳ ἐπιδόσεως ἑκάστῳ
αὐτῶν ἀνὰ ὀβολοὺ[ς ι]βʹ, τύχῃ ἀγαθῇ δεδόχθαι Δι-
ονυσόδωρον Θεαγέν[ους] ἄξιον ὄντα τῆς δηλουμέ-
20 νης ἱερωσύνης ἱερᾶσ[θαι] τῆς αὐτῆς θεοῦ. ἔτι κατε-
σκεύασεν ἐκ τῶν ἰδίων αὐτοῦ τὸν ναὸν καὶ
τὴν χρύσωσιν καὶ ἀγάλμα Πάρινον ἐπί-
χρυσον καὶ τὴν ὑποβωμίδα καὶ τὴν
ἄνοδον καὶ τὴν θύρωσιν ὑπὲρ τὴν
25           ἔφοδον.