IvP 2, 336

Home > Asia > Turkey > Mysia > Bergama > IvP 2, 336

Dating

No information available.

Text

Π. #⁵⁶ Εὔφημος κ̣αὶ Τ̣υλλία Σπ̣ένδου̣σα̣, οἱ ἱεραφόροι, καθιέρωσαν
τοὺς θεούς, οὓς ἡ θεὸς ἐκέλευσε· Σάραπιν, Εἶσιν, Ἄνουβιν, Ἁρφο-
κράτην, Ὄσειριν, Ἆπιν, Ἥλιον ἐφ’ ἵππῳ καὶ ἱκέτην παρὰ τῶι ἵππῳ, Ἄρη, Διοσ-
κόρους, σινδόνα ἐν ᾗ ἐζῳ<γ>ράφ<η>ται ἡ θεὸς καὶ τὰ περὶ τὴν θεὸ[ν]
5 πάντ<α>, ἄλλας σινδόνας λαμπρὰς τρεῖς, πέταλα χρυσέα ὀγδο-
ήκοντ<α>. ἐπεσκεύασ<αν> δὲ καὶ τὰ ἀκρόχειρα τῶν ἀγαλμάτων, σαν-
δάλια, χαλκεῖα καὶ περιραντήριον πρὸ τοῦ πυλῶνος.   ❦