IMT Skam 253

Home > Asia > Turkey > Mysia > Halileli > IMT Skam 253

Dating

No information available.

Text

1 Ἰλιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι τῆς [θυ]-
σίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρε[ως]
αὐτοκράτορα Καίσαρα, θεοῦ υἱὸν, θεὸν Σε[βα]-
στὸν, ἀνυπερβλήτοις πράξεσιν κεχ[ρη]-
5 μένον καὶ εὐεργεσίαις ταῖς εἰς ἅπ[αν]-
            τας ἀνθρώπους,
Ἵππαρχος Ἡγησιδήμου Ἰλιεὺς συνεδ[ρεύ]-
   ων τὸν ἀνδριάντα ἀνέθηκεν ἐκ τῶν ἰδ[ίων]
   διὰ τὴν πρὸς τὸν Σεβαστὸν καὶ εὐεργέ[την]
10       καὶ σωτῆρα ἑαυτοῦ εὐσέβηαν.