IMT Kyz KD 1540

Home > Asia > Turkey > Mysia > Cyzicus > IMT Kyz KD 1540

Dating

No information available.

Text

[Ποσειδῶνι Ἰ]σθμίωι χαριστήριο[ν τὸ πρὸ]
[π]ολλοῦ κεχερσωμένον τῶν εὐρεί[πων]
[κ]αὶ τῆς λίμνης ἐκ τῶν ἰδίων ἀποκαταστ[ή]-
[σ]ασα δαπα[νῶ]ν καὶ τὰ περιέχοντα ἀναλώμ[ατι]
5 [τ]ῶι τ[ε ἑα]υτῆ[ς] καὶ τῶι τοῦ υἱοῦ βασιλέω[ς] Θρά[κης]
[Ῥ]οιμητάλκαι τοῦ Κότυος καὶ τῶν ἀδελφῶν αὐτ[οῦ]
[β]ασιλέως Πόντο[υ] Πο[λ]έμωνος καὶ Κότυος ὀ[ν]ό-
ματι Ἀντωνία Τρύφαινα Κότυος βασιλ[έ]ων [καὶ]
θυγάτηρ καὶ μήτη[ρ αὐτὴ] βασ[ί]λ[ι]σσα.
10  
B.1 εἰλῆ̣[σαι μὲν χέρσος ἔχουσ’] ο[ὔ μ’] ε̣ἴασεν ἄ̣λ̣[μην]
  λᾶαν, [ὃν οὐκ ἄλεγ]εν Κύζικος εἰναλίη·
πολλὰ κα̣[κῶς δὲ μόγ]ησα πατασσόμενος ποσσὶ [δ]ήμων,
  εἰσότε δ[ή ῥα γυν]ὴ νῆσσον ἐκαινοτόμε[ι],
5 καὶ βυθὸς εὐρεί[πω]ν ἐχαράσσετο, καί με Τρύφαινα
  εὑρομένη πόν[το]υ θῆκεν ἄγαλμα θεῶι,
σοὶ τὸ σὸν ἕρμα, Ποσειδόν· ἐγὼ δ’ ἁλὸς ἀκλύστοιο
  στήσομαι εὐρείπων ἔνγυος ἀμφοτέρων.