IMT Kyz 1318

Home > Asia > Turkey > Mysia > Marmara > IMT Kyz 1318

Dating

No information available.

Text

1 καὶ τίνα σ’, ὦ δάμαρ, μυθήσομαι ἄξιον ὕμνον, |
  τίπτε δέ σευ πρῶτον μνήσομαι ἢ πύματον, |
πίστιν ἀμεμφέα ἠδ’ ἀρετὴν, λέχος, αἷμα φίλανδρον, |
  εὐρύνοον σοφίην, στέμμα σαοφροσύνης; |
5 τοὔνεκα σοὶ καὶ ἐμοὶ πολυεργέα τάφον ἔτευξα, |
  ὄφρα τις ἀμφοτέρων μνήσαιτ’ ἐν ὀψιγόνοις, |
ἄλλυτον, αὐτόστυλον, ἐΰξοον, αὐτοροφόν τε |
  νηὸν, ἄγαλμα, τάφον, σῆμα πολυφραδίης· |
ἂν δ’ ἔργον δοιοῖς ὑπὸ λάεσι τόσσα τεχνήσας |
10   ἔστησεν Βασιλεὺς Οὐρβίκῃ Εἰκονίῳ. |