IK Selge 15

Home > Asia > Turkey > Pisidia > Selge > IK Selge 15

Dating

No information available.

Text

ἐτείμησαν
Αὐρηλίαν Ξενωνιανὴν Μαιδάτην̣
Αρσα Καλλιμάχου, φύσει Λιμναίου, φ[ι]-
λόπατριν, ἱεραφάντριαν, ἱέρειαν̣ Τ̣ύ̣—
5 χης τῆς πόλεως διὰ βίου, γυναῖκα γε-
νομένην Πουπλίου Πλανκίο̣[υ Μαγνι]-
ανοῦ Ξένωνος, τειμηθεῖσαν̣ [πολ]-
λάκις τειμαῖς πάσαις ἐπί τε φιλ[αν]-
δρίᾳ καὶ σωφροσύνῃ καὶ φιλοτεκ[νί]-
10 ᾳ, ἀγωνοθετήσασαν μετὰ τοῦ ἀν-
δρὸς τάχειον μὲν ἀγῶνος πολ[ει]-
τικοῦ θέμιδος <․ʹ>, μετὰ δὲ τοῦτο ἀγω-
νοθετεῖν καὶ προκαθέζεσθαι ἀγ[ῶ]-
νος πενταετηρικοῦ οἰκουμενι-
15 κοῦ Καισαρείου Κεσβελίου ․ν․ωνείου.
τὸν δὲ ἀνδριάντα ἀνέστησαν
Πουπλία Πλανκία Αὐρηλία Μα-
γνιανὴ Μοτοξαρις ἀχιέρεια τ[ῶν]
Σεβαστῶν καὶ Πούπλιος Πλά[ν]-
20 κιος Μαγνιανὸς Αἰλιανὸς Ἄρ[ρι]-
ος Περικλῆς τῆς φιλοτέκνου
       α[ὐ]τῶν μητρός.