IK Prusias 17

Home > Asia > Turkey > Bithynia > Prusias ad Hypium > IK Prusias 17

Dating

No information available.

Text

τ̣ὸν ἐκ προγόν̣ων συνκλητ̣ικ[ῶν]
[κ]αὶ ὑπατικῶν Τίτιον Οὔλπιο[ν]
        Αἰλιανὸ[ν]
        Παπιανὸν
5 Βειθυνιάρχην καὶ Ποντάρχην,
τοῦ κοινοῦ νάου τῶν μυστηρίων
[ἱ]εροφάντην καὶ σεβαστοφάντην,
μόνον καὶ πρῶτον μετὰ τὴν ἐν τῇ
μητροπόλει Νεικομηδείᾳ φιλοδοσ̣ίαν̣
10 ἀπό τῶν λειψάνων φιλοτειμησάμενον̣
καὶ ἐν τῇ πατρίδι ἐν τῷ σχήματι, ἱερέα
διὰ βίου τοῦ Σωτῆρος Ἀ̣σκληπιο[ῦ κ]αὶ̣
δόντα νομὴν πᾶσιν τοῖς ἐνκεκριμένο[ις]
καὶ τοῖς τὴν ἀγρ[ο]ικίαν κατοικοῦσιν,
15 πολειτογρά[φ]ο̣ν διὰ βίου, κοινόβουλον,
δεκάπρωτον, ἀγορανομήσαντα
ἐν σειτο[δ]είᾳ, γραμματεύσαντα,
ἄρξαντα τὴν μεγίστην ἀρχήν, δόντα
δύο νομὰς ἐκ τῶν ἰδίων πᾶσιν τοῖς
20 ἐνκεκριμένοις καὶ τοῖς τὴν ἀγροικίαν
κατοικοῦσιν, υἱὸν Οὐλπίου Τιτίου Αἰλιανο[ῦ]
Ἀντωνίνου, Βειθυνιάρχου καὶ Ποντάρχου
καὶ λογιστοῦ τῆς λαμπρ(οτάτης) Κιανῶν πόλιως
καὶ τὰς λοιπὰς πολειτείας πάσας πληρώσαντος,
25         ἡ κρατίστη  φύλη
            Σεβαστηνὴ
καὶ ἐν τούτῳ τὴν μεγαλοψυχίαν ἐπιδειξαμ[έ]-
νου τοῦ Παπιανοῦ καὶ τὸν ἀνδριάντα
κατ’ ἐπανγελίαν ἐκ τῶν ἰδίων
30         [ἀ]ναστήσαντος.